Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οἱ μὲν ἐπεκλήισσαν ἀμοιβαδίς, ἐξαπίνης δὲ
  2. αὐτόματοι κληῖδες ἀνωίγνυντο πυλάων,
  3. καὶ δολιχοὺς πυλεῶνι μάτην ἐπέβαλλον ὀχῆας
  4. ἠερίοις θεράποντες ἐριδμαίνοντες ἀήταις.
  5. οὐ τότε τις πυλαωρὸς ἰδὼν ἀνεσείρασε Βάκχην·
  6. Σειληνοὺς δὲ γέροντας ἀτευχέας ἀσπιδιῶται
  7. ἔτρεμον αἰχμητῆρες· ὁμογλώσσῳ δʼ ἀλαλητῷ
  8. κεκλομένου βασιλῆος ἀφειδήσαντες ἀπειλῆς
  9. πολλάκις ὠρχήσαντο, σὺν εὐτύκτοις δὲ βοείαις
  10. κυκλάδος ἐστήσαντο σακεσπάλον ἅλμα χορείης,
  11. ἀντίτυπον μίμημα φιλοσμαράγων Κορυβάντων.
  12. φρικαλέαι δʼ ἰάχησαν ἐν οὔρεσι λυσσάδες ἄρκτοι·
  13. καὶ γένυν αἰθύσσουσα καὶ ὑψιπότητον ἐρωὴν
  14. πόρδαλις ᾐώρητο· λέων δέ τις ἁβρὸν ἀθύρων
  15. μειλίχιον βρύχημα συνήλικι πέμπε λεαίνῃ.
  16. ἤδη δʼ αὐτοέλικτος ἐσείετο Πενθέος αὐλὴ
  17. ἀκλινέων σφαιρηδὸν ἀναΐσσουσα θεμέθλων·
  18. καὶ πυλεὼν δεδόνητο θορὼν ἐνοσίχθονι παλμῷ,
  19. πήματος ἐσσομένοιο προάγγελος· αὐτόματος δὲ
  20. λάινος Ὀγκαίης ἐλελίζετο βωμὸς Ἀθήνης,