Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἷμα λαχὼν Κάδμοιο διώκομαι ἔκτοθι Θήβης,
  2. μητρὸς ἐμῆς Σεμέλης ἀπὸ πατρίδος· ὠκύμορος γὰρ
  3. θνητὸς ἀνὴρ κλονέει με θεημάχος· ὡς νυχίη δὲ
  4. νυκτελίῳ χραίσμησον ἐλαυνομένῳ Διονύσῳ·
  5. εἰ δὲ σὺ Περσεφόνεια νεκυσσόος, ὑμέτεραι δὲ
  6. ψυχαὶ Ταρταρίοισιν ὑποδρήσσονσι θοώκοις,
  7. νεκρὸν ἴδω Πενθῆα, καὶ ἀχνυμένου Διονύσου
  8. δάκρυον εὐνήσειε τεὸς ψυχοστόλος Ἐρμῆς·
  9. σεῖο δὲ Τισιφόνης μανιώδεος ἠὲ Μεγαίρης
  10. Ταρταρίῃ μάστιγι λαθίφρονα παῦσον ἀπειλὴν
  11. γηγενέος Πενθῆος, ἐπεὶ δυσμήχανος Ἥρη
  12. ὀψίγονον Τιτῆνα νέῳ θώρηξε Λυαίῳ.
  13. ἀλλὰ σὺ φῶτα δάμασσον ἀθέσμιον, ὄφρα γεραίρῃς
  14. ἀρχεγόνου Ζαγρῆος ἐπωνυμίην Διονύσου.
  15. Ζεῦ ἄνα, καὶ σὺ δόκευε μεμηνότος ἀνδρὸς ἀπειλήν·
  16. κλῦθι, πάτερ καὶ μῆτερ· ἐλεγχομένου δὲ Λυαίου
  17. σὴ στεροπὴ γαμίη Σεμέλης τιμήορος ἔστω.
  18. ὣς φαμένου ταυρῶπις ἀνίαχεν ὑψόθι Μήνη·
  19. Νυκτιφαὲς Διόνυσε, φυτηκόμε, σύνδρομε Μήνης,
  20. σῆς σταφυλῆς ἀλέγιζε· μέλει δέ μοι ὄργια Βάκχου,