Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰ δέ τεήν Σεμέλην οὐκ ἔφλεγεν οὐρανίη φλόξ,
  2. παιδός ἑῆς διὰ μῶμον ἐὸν δόμον ἔφλεγε Κάδμος,
  3. ἀστεροπὴν δʼ ἐκάλεσσε χαμαιγενὲς ἁπτόμενον πὺρ,
  4. καὶ δαΐδων ὀνόμηνε σέλας σπινθῆρα κεραυνοῦ.
  5. ὣς φαμένου βασιλῆος ἐπεστρατόωντο μαχηταὶ
  6. ὁπλοφόροι κενεοῖσιν ἐριδμαίνοντες ἀήτατς·
  7. καὶ στρατὸς ἄσπετος ἦεν ἔσω πιτυώδεος ὕλης,
  8. ἴχνια μαστεύοντες ἀθηήτοιο Λυαίου.
  9. ὄφρα μὲν ἐνναέτῃσιν ἄναξ ἐπετέλλετο Πενθεύς,
  10. τόφρα δὲ καὶ Διόνυσος ἀφεγγέα νύκτα δοκεύων
  11. τοῖον ἔπος πρὸς Ὄλυμπον ἀνίαχε κυκλάδι Μήνῃ·
  12. Ὦ τέκος Ἠελίοιο, πολύστροφε, παντρόφε Μήνη,
  13. ἅρματος ἀργυρέοιο κυβερνήτειρα Σελήνη,
  14. εἰ σὺ πέλεις Ἑκάτη πολυώνυμος, ἐννυχίη δὲ
  15. πυρσοφόρῳ παλάμῃ δονέεις θιασώδεα πεύκην,
  16. ἔρχεο, νυκτιπόλος, σκυλακοτρόφος, ὅττί σε τέρπει
  17. κνυζηθμῷ γοόωντι κυνοσσόος ἔννυχος ἠχώ·
  18. Αρτεμις εἰ σὺ πέλεις ἐλαφηβόλος, ἐν δὲ κολώναις
  19. νεβροφόνῳ σπεύδουσα συναγρώσσεις Διονύσῳ,
  20. ἔσσο κασιγνήτοιο βοηθόος· ἀρχεγόνου γὰρ