Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὑμετέρων ὅτι γαῖα φυτῶν ὠδῖνα πεπαίνει
  2. μαρμαρυγὴν δροσόεσσαν ἀκοιμήτοιο Σελήνης
  3. δεχνυμένη· σὺ δέ, Βάκχε χοροίτυπε, θύρσα τιταίνων
  4. σῆς γενετῆς ἀλέγιζε, καὶ οὐ τρομέεις γένος ἀνδρῶν
  5. ἀδρανέων, οἶς κοῦφος ἀεὶ νόος, ὧν καὶ ἀνάγκῃ
  6. Εὐμενίδων μάστιγες ἀναστέλλουσιν ἀπειλάς.
  7. σὺν σοὶ δυσμενέεσσι κορύσσομαι· ἶσα δὲ Βάκχῳ
  8. κοιρανέω μανίης ἑτερόφρονος· εἰμὶ δὲ Μήνη
  9. Βακχιάς, οὐκ ὅτι μοῦνον ἐν αἰθέρι μῆνας ἑλίσσω,
  10. ἀλλʼ ὅτι καὶ μανίης μεδέω καὶ λύσσαν ἐγείρω.
  11. οὐ χθονίην σέθεν ὕβριν ἐγὼ νήποινον ἐάσω·
  12. ἤδη γὰρ Λυκόοργος ἀπειλήσας Διονύσῳ,
  13. ὁ πρὶν ἐὼν ταχύγουνος, ὁ Μαινάδας ὀξὺ διώξας,
  14. τυφλὸς ἀλητεύει καὶ δεύεται ἡγεμονῆος.
  15. ἤδη δʼ ἀμφὶ τένοντας Ἐρυθραίων δονακήων
  16. κέκλιται ἔνθα καὶ ἔνθα, τεῆς αὐτάγγελος ἀλκῆς,
  17. Ἰνδῶν νεκρὸς ὅμιλος, ἀναινομένῳ δὲ ῥεέθρῳ
  18. ἄφρονα Δηριαδῆα πατὴρ ἔκρυψεν Ὑδάσπης
  19. ἔγχεϊ κισσήεντι τετυμμένον· αὐτὰρ ὁ φεύγων
  20. πατρῴῳ βαρύθοντι κατηφέι πῖπτε ῥεέθρῳ·