Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τεσσαρακοστὸν ὕφηνα τὸ τέτρατον, ἧχι γυναῖκας δέρκεο μαινομένας καὶ Πενθέος ὄγκον ἀπειλῆς.
  2. ἤδη δʼ Ἰλλυρίης Δαυλάντιον ἔθνος ἀρούρης
  3. καὶ πέδον Αἱμονίης καὶ Πήλιον ἄκρον ἐάσας
  4. Ἑλλάδος ἐγγὺς ἵκανε, καὶ Ἀονίῃ παρὰ πέζῃ
  5. στῆσε χορούς. ἀίων δὲ μέλος μυκήτορος αὐλοῦ
  6. Πανὶ Ταναγραίῳ θιάσους ἐστήσατο ποιμήν·
  7. καὶ κρήνη κελάδησεν, ὅπῃ χθονὸς ἄκρον ἀράξας
  8. ὑγρὸς ὄνυξ ἵππειος ἐπώνυμον ἔγλυφεν ὕδωρ·
  9. Ἀσωπὸς δʼ ἐχόρευε πυρίπνοα χεύματα σύρων
  10. καὶ προχοὰς ἐλέλιξε· σὺν Ἰσμηνῷ δὲ τοκῆι
  11. κυκλάδας αἰθύσσουσα ῥοὰς ὠρχήσατο Δίρκη.
  12. καί ποτέ τις δρυόεντος ἀναΐξασα κορύμβου
  13. ἡμιφανὴς ἐλίγαινεν Ἁμαδρυὰς ὑψόθι δένδρου,
  14. οὔνομα κυδαίνουσα κορυμβοφόρου Διονύσου·
  15. πηγαίη δʼ ὁμόφωνος ἀσάμβαλος ἴαχε Νύμφη.
  16. καὶ κτύπος οὐρεσίφοιτος ἀδεψήτοιο βοείης
  17. Πενθέος ἀσπόνδοισιν ἐπεσμαράγησεν ἀκουαῖς·
  18. οἰνοφόρῳ δʼ ἀθέμιστος ἄναξ ἐπεχώσατο Βάκχῳ,
  19. καὶ στρατιὴν ἐκόρυσσε μαχήμονα, κέκλετο δʼ ἀστοῖς
  20. ἄστεος ἑπταπόροιο περιφράξαι πυλεῶνας·