Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐδὲ διατμήξω μέσον αὐχένος· ἀλλά ἑ τύψω
  2. ἔγχεϊ χαλκείῳ τετορημένον εἰς πτύχα μηροῦ,
  3. ὅττι Διὸς μεγάλοιο γονὴν ἐψεύσατο μηροῦ
  4. καὶ πόλον ὡς ἑὸν οἶκον· ἐγὼ δέ μιν ἀντὶ μελάθρου
  5. ἀντὶ Διός πυλεῶνος ἐνέρτερον Ἄιδι πέμψω,
  6. ἠέ μιν αὐτοκύλιστον ἀλυσκάζοντα καλύψω
  7. κύμασιν Ἰσμηνοῖο, καὶ οὐ χρέος ἐστὶ θαλάσσης.
  8. οὐ δέχομαι βροτὸν ἄνδρα νόθον θεόν· εἰ θέμις εἰπεῖν,
  9. ψεύσομαι, ὡς Διόνυσος, ἐμὸν γένος· οὐκ ἀπὸ Κάδμου
  10. αἷμα φέρω χθονίοιο, πατὴρ δʼ ἐμός, ὄρχαμος ἄστρων,
  11. ἠέλιός με φύτευσε, καί οὐκ ἔσπειρεν Ἐχίων·
  12. τίκτε Σεληναίη με, καὶ οὐκ ἐλόχευσεν Ἀγαύη·
  13. εἰμὶ γένος Κρονίδαο, καὶ αἰθέρος εἰμὶ πολίτης·
  14. οὐρανός ἀστερόφοιτος ἐμὴ πόλις· ἵλατε, Θῆβαι·
  15. Παλλὰς ἐμὴ παράκοιτις, ἐμὴ δάμαρ ἄμβροτος Ἥβη·
  16. Πενθέι μαζόν ὄρεξε μετʼ Ἄρεα δεσπότις Ἥρη,
  17. καὶ ζαθέη μετὰ Φοῖβον ἐγείνατο Πενθέα Λητώ·
  18. Ἄρτεμιν ἱεμένην νυμφεύσομαι· οὐδέ με φεύγει,
  19. ὥς ποτε Φοῖβον ἔφευγεν ἑῆς μνηστῆρα κορείης,
  20. μῶμον ἀλυσκάζουσα κασιγνήτων ὑμεναίων.