Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. νόστιμος εἰς δόμον ἦλθε σὺν υἱέι καὶ γενετῆρι.
  2. τοῖον ἴδεν ποτὲ φάσμα, καὶ ὀμφήεντος ὀνείρου
  3. μνησαμένη δεδόνητο φόβῳ φιλότεκνος Ἀγαύῃ.
  4. ἤδη δʼ ἑπταπόροιο διʼ ἄστεος ἵπτατο Φήμη
  5. ὄργια κηρύσσουσα χοροπλεκέος Διονύσου·
  6. οὐδέ τις ἦν ἀχόρευτος ἀνὰ πτόλιν· ἀγρονόμων δὲ
  7. εἰαρινοῖς πετάλοισιν ἐμιτρώθησαν ἀγυιαί·
  8. καὶ θάλαμον Σεμέλης χλοερῷ σκιόωσα κορύμβῳ
  9. νυμφιδίου σπινθῆρος ἔτι πνείοντα κεραυνοῦ
  10. αὐτοφυὴς ἐμέθυσσεν ἕλιξ εὐώδεϊ καρπῷ.
  11. φρικτὰ δὲ παπταίνων πολυειδέα θαύματα Βάκχου,
  12. ζῆλον ἔχων ὑπέροπλον, ἄναξ κυμαίνετο Πενθεύς·
  13. καὶ κενεῆς προχέων ὑπερήνορα κόμπον ἀπειλῆς
  14. τοῖον ἔπος δμώεσσιν ἀτάσθαλος ἴαχε Πενθεύς·
  15. Λυδὸν ἐμὸν θεράποντα κομίσσατε, θῆλυν ἀλήτην,
  16. δαινυμένου Πενθῆος ὑποδρηστῆρα τραπέζης,
  17. οἰνοδόκῳ ποτὸν ἄλλον διαστάζοντα κυπέλλῳ,
  18. ἢ γλάγος ἢ γλυκὺ χεῦμα [*](Ludwich marks a lacuna here.)· κασιγνήτην δὲ τεκούσης
  19. Αὐτονόην πληγῇσιν ἀμοιβαίῃσιν ἱμάσσω,
  20. καὶ πλοκάμους τμήξωμεν ἀκερσικόμου Διονύσου·