Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἵξεαι εἰς Φρυγίην εὐπάρθενον, ἧχί σε μίμνει
  2. ἄβροχον Ἠελίοιο λέχος Τιτηνίδος Αὔρης·
  3. καὶ στέφος ἀσκήσασα μάχης καὶ παστάδα κούρης
  4. Θρῄκη νυμφοκόμος σε δεδέξεται, ἧχι καὶ αὐτὴ
  5. Παλλήνη καλέει σε δορυσσόος, ἧς παρὰ παστῷ
  6. ἀθλοφόρον γαμίοισι περιστέψω σε κορύμβοις
  7. ἱμερτὴν τελέσαντα παλαισμοσύνην Ἀφροδίτης.
  8. τοῖα γυναιμανέοντι κασιγνήτῳ φάτο Βάκχῳ
  9. θοῦρος Ἔρως· πτερύγων δὲ πυρώδεα βόμβον ἰάλλων
  10. ἠερίῃ νόθος ὄρνις ἀνῃώρητο πορείῃ,
  11. καὶ Διὸς εἰς δόμον ἦλθεν. ἀπʼ Ἀσσυρίοιο δὲ κόλπου
  12. ἁβροχίτων Διόνυσος ἀνήιεν εἰς χθόνα Λυδῶν
  13. Πακτωλοῦ παρὰ πέζαν, ὅπῃ χρυσαυγέι πηλῷ
  14. ἀφνειῆς τιτάνοιο μέλαν φοινίσσεται ὕδωρ·
  15. Μαιονίης δʼ ἐπέβαινε, καὶ ἵστατο μητέρι Ῥείῃ
  16. Ἰνδῴης ὀρέγων βασιλήια δῶρα θαλάσσης.
  17. καλλείψας δὲ ῥέεθρα βαθυπλούτου ποταμοῖο
  18. καὶ Φρύγιον κενεῶνα καὶ ἁβροβίων γένος ἀνδρῶν
  19. Ἀρκτῴην παρὰ πέζαν ἑὴν ἐφύτευσεν ὀπώρην,
  20. Εὐρώπης πτολίεθρα μετʼ Ἀσίδος ἄστεα βαίνων.