Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Σειληνῷ μεθύοντι κορυσσέσθω Μελικέρτης·
  2. καὶ ναέτην Τμώλοιο μετὰ βρυόεντας ἐναύλους
  3. γηραλέον Φόρκυνα διδάξατε θύρσον ἀείρειν,
  4. ἀμπελόεις δὲ γένοιτο γέρων χερσαῖος ἀλωεύς·
  5. καὶ Σάτυρος μενέχαρμος ἑὸν νάρθηκα τινάσσων
  6. διψαλέον Νηρῆα μεταστήσειε θαλάσσης
  7. ἀγραύλοις παλάμῃσι· καὶ ἀρτιφύτων ἀπὸ κήπων
  8. βόστρυχα μιτρώσασθε Παλαίμονος οἴνοπι δεσμῷ,
  9. καί μιν ὑποδρήσσοντα μετʼ Ἰσθμιάδος βυθὸν ἅλμης
  10. πόντιον ἡνιοχῆα κομίσσατε μητέρι Ῥείῃ,
  11. εἰναλίῃ μάστιγι κυβερνητῆρα λεόντων·
  12. οὐ γὰρ ἐμὸν κατὰ πόντον ἀνεψιὸν εἰσέτʼ ἐάσσω. [*](So MSS.: Ludwich εἰσέτι)
  13. ἀθρήσω δὲ φάλαγγα δορικτήτοιο θαλάσσης
  14. νεβρίδι κοσμηθεῖσαν· ἀπειρήτῃσι δὲ Νύμφαις
  15. κύμβαλα Νηρεΐδεσσιν ὀπάσσατε· μίξατε Βάκχαις
  16. Ὑδριάδας· Θέτιδος δέ, καὶ εἰ γένος ἐστὶ θαλάσσης,
  17. μούνης ξεινοδόκοιο φυλάξατε δῶμα θεαίνης·
  18. Λευκοθέης δʼ ἀπέδιλα συνάψατε ταρσὰ κοθόρνοις·
  19. χερσαίη δὲ φανεῖσα συνέμπορος Εὐάδι Βάκχῃ
  20. Δωρὶς ἀερτάζειεν ἐμὴν θιασώδεα πεύκην·