Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ βυθίη Πανόπεια τιναξαμένη βρύον ἅλμης
  2. βόστρυχα μιτρώσειεν ἐχιδνήεντι κορύμβῳ·
  3. Εἰδοθέη δʼ ἀέκουσα περίκροτα ῥόπτρα δεχέσθω·
  4. καἰ πόθον ἶσον ἔχουσαν ἐρωμανέοντι καὶ αὐτῷ
  5. τίς νέμεσις Γαλάτειαν ὑποδρήσσειν Διονύσῳ,
  6. ἕδνον Ἀμυμώνης θαλαμηπόλον ὄφρα τελέσσῃ
  7. ἱστοπόνῳ παλάμῃ Λιβανηίδι πέπλον ἀνάσσῃ;
  8. ἀλλὰ γένος Νηρῆος ἐάσατε· ποντοπόρους γὰρ
  9. δμωίδας οὐκ ἐθέλω, Βερόῃ μὴ ζῆλον ἐγείρω.
  10. καὶ κομόων γλωχῖνι τανυπτόρθοιο μετώπου
  11. Πὰν ἐμὸς οὐρεσίφοιτος ἀτευχέι χειρὶ πιέζων
  12. θηγαλέῃ πλήξειε Ποσειδάωνα κεραίῃ,
  13. στέρνου μεσσατίοιο τυχὼν εὐκαμπέσιν αἰχμαῖς
  14. ἢ σκοπέλῳ λοφόεντι, διαρρήξειε δὲ χηλαῖς
  15. δισσοφυῆ Τρίτωνος ὁμόζυγα κύκλον ἀκάνθης.
  16. Γλαῦκος ἁλιβρέκτοιο διάκτορος ἐννοσιγαίου
  17. Βάκχῳ ὑποδρήσσειε, περίκροτα χερσὶν ἀείρων
  18. αὐχενίῳ τελαμῶνι παρήορα τύμπανα Ῥείης.
  19. οὐ μούνης Βερόης περιμάρναμαι, ἀλλὰ καὶ αὐτῆς
  20. νύμφης ἡμετέρης περὶ πατρίδος· οὕ μιν ἀράξας