Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- Οἰνοπίων τριτάτης, Στάφυλος προμάχιζε τετάρτης,
- Οἰνομάου δύο τέκνα, φιλακρήτοιο τοκῆος·
- πέμπτης δʼ ἡγεμόνευε Μελάνθιος, ὄρχαμος Ἰνδῶν,
- ὅν τέκεν Οἰνώνη Κισσηιάς, ἀμφὶ δὲ κούρῳ
- φυταλιῆς πλέξασα θυώδεος ἄκρα πετήλων
- σπάργανα βοτρυόεντα πέριξ εἱλίξατο μήτηρ,
- υἱέα χυτλώσασα μέθης ἐγκύμονι ληνῷ.
- τοίη κισσοφόροισιν ὀιστεύουσα βελέμνοις
- σύνδρομος ἀμπελόεντι φάλαγξ ἐκορύσσετο βάκχῳ.
- καὶ στρατιὴν θώρηξε χέων λαοσσόον ἠχώ·
- Βασσαρίδες, μάρνασθε· κορυσσομένου δὲ Λυαίου
- αὐλὸς ἐμὸς κερόεις πολεμήιον ἦχον ἀράσσων
- ἀντίτυπον φθέγξαιτο μέλος μυκήτορι κόχλῳ,
- καὶ διδύμοις πατάγοισι μόθου χαλκόθροον ἠχὼ
- τύμπανα δουπήσειεν· Ἐνυαλίῳ δὲ χορεύων
- Γλαῦκον ὀιστεύσειε Μάρων ῥηξήνορι θύρσῳ·
- καὶ πλοκάμους Πρωτῆος ἀήθεϊ δήσατε κισσῷ,
- καὶ Φαρίου πόντοιο λιπὼν Αἰγύπτιον ὕδωρ,
- νεβρίδα ποικιλόνωτον ἔχων μετὰ δέρματα φώκης,
- αὐχένα κυρτώσειεν ἐμοὶ θρασύν· εἰ δύναται δέ,