Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καί τινα βοσκομένην μελανόχροον ἐγγύθι πόντου
  2. εἰς βοέην ἀγέλην Ποσιδήιον ἅλματι λάβρῳ
  3. θυιάδες ἐρρώοντο· τανυγλήνοιο δὲ ταύρου
  4. ἡ μὲν ἐφαπτομένη ῥάχιν ἔσχισεν, ἡ δὲ μετώπου
  5. διχθαδίης ἀτίνακτα διέθλασεν ἄκρα κεραίης·
  6. καί τις ἀλοιητῆρι διέτμαγε γαστέρα θύρσῳ·
  7. ἄλλη πλευρὸν ἔτεμνεν ὅλον βοός· ἡμιθανὴς δὲ
  8. ὕπτιος αὐτοκύλιστος ὑπώκλασε ταῦρος ἀρούρῃ·
  9. καὶ βοὸς ἀρτιτόμοιο κυλινδομένοιο κονίῃ
  10. ἡ μὲν ὀπισθιδίους πόδας ἔσπασεν, ἡ δὲ λαβοῦσα
  11. προσθιδίους ἐρύεσκε, πολυστροφάλιγγι δὲ ῥιπῇ
  12. ὄρθιον ἐσφαίρωσεν ἐς ἠέρα δίζυγα χηλήν.
  13. καὶ στρατιῆς Διόνυσος ἐκόσμεεν ἡγεμονῆας,
  14. στήσας πέντε φάλαγγας ἐς ὑδατόεσσαν Ἐνυώ.
  15. τῆς πρώτης στιχὸς ἦρχε Κίλιξ εὐάμπελος Οἰνεὺς
  16. υἱὸς Ἐρευθαλίωνος, ὃν ἤροσεν ἐγγύθι Ταύρου
  17. Φυλλίδος ἀγραύλοισιν ὁμιλήσας ὑμεναίοις·
  18. τῆς δʼ ἑτέρης ἡγεῖτο μελαγχαίτης Ἐλικάων
  19. ξανθοφυὴς ῥοδέῃσι παρηίσιν, ἀμφὶ δὲ δειρῇ
  20. πλοχμὸς ἐυστροφάλιγγος ἕλιξ ὑπεσίρετο χαίτης·