Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- σείων πόντιον ἔγχος. ἀπειλήσας δὲ θαλάσσῃ
- εἰς ἐνοπὴν Διόνυσος ἐκώμασεν οἴνοπι θύρσῳ,
- μητρὸς ὀρεσσινόμοιο καθήμενος ἅρματι Ῥείης·
- καί τις ἀεξομένη παρὰ Μυγδόνος ἄντυγα δίφρου
- ἄμπελος αὐτοτέλεστος ὅλον δέμας ἔσκεπε Βάκχου,
- βόστρυχα μιτρώσασα κατάσκια σύζυγι κισσῷ·
- καί τις ὑπὸ ζυγόδεσμα περίπλοκον αὐχένα σείων
- θηγαλέῳ χθονὸς ἄκρα λέων ἐχαράξατο ταρσῷ,
- τρηχαλέον μύκημα σεσηρότι χείλεϊ πέμπων·
- καὶ βραδὺς ἑρπύζων ἐλέφας παρὰ γείτονι πηγῇ
- ὄρθιον ἀγνάμπτοιο ποδὸς στήριγμα κολάψας,
- ὄμβριον ἀζαλέοισιν ἀνήφυσε χείλεσιν ὕδωρ,
- καὶ προχοὰς ξήραινε· κονιομένων δὲ ῥοάων
- πηγαίην ἀχίτωνα μετήγαγε διψάδα Νύμφην.
- καὶ θεὸς ὑγρομέδων ἐκορύσσετο· Νηρεΐδων δὲ
- ἦν κλόνος· ἰκμαλέοι δὲ θαλασσαίων ἀπὸ νώτων
- δαίμονες ἐστρατόωντο· τανυπτόρθοις δὲ κορύμβοις
- δῶμα Ποσειδάωνος ἱμάσσετο, πόντιον ὕδωρ·
- καὶ χθονίου λοφόεντος ἀρασσομένου κενεῶνος
- ἡμερίδες. Λιβάνοιο μετοχλίζοντο τριαίνῃ.