Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. αἰνοπαθὴς Ψαμάθη πολυταρβέα ῥήξατο φωνήν·
  2. Εἰ Θέτιδος χάριν οἶσθα καὶ εὐπαλάμου Βριαρῆος,
  3. εἰ μάθες Αἰγαίωνα τεῶν χραισμήτορα θεσμῶν,
  4. Ζεῦ ἄνα, Βάκχον ἔρυκε μεμηνότα· μηδὲ νοήσω
  5. δουλοσύνην Νηρῆος ἐπὶ Γλαύκοιο τελευτῇ·
  6. μὴ Θέτις αἰολόδακρυς ὑποδρήσσειε Λυαίῳ,
  7. δμωίδα μή μιν ἴδοιμι παρὰ Βρομίῳ, χθόνα Λυδῶν
  8. ὀψομένην μετὰ πόντον, Ἀχιλλέα, Πηλέα, Πύρρον,
  9. υἱωνόν, πόσιν, υἷα μιῇ στενάχουσαν ἀνίῃ·
  10. Λευκοθέην δʼ ἐλέαιρε γοήμονα, τῆς παρακοίτης
  11. υἷα λαβὼν ἐδάιξε, τὸν ἀστόργοιο τοκῆος
  12. παιδοφόνοι γλωχῖνες ἐδαιτρεύσαντο μαχαίρης.
  13. ὣς φαμένης ἤκουσε διʼ αἰθέρος ὑψιμέδων Ζεύς,
  14. καὶ Βερόης ὑμέναιον ἐπέτρεπεν ἐννοσιγαίῳ,
  15. καὶ μόθον ἐπρήυνε γαμοστόλον·οὐρανόθεν γὰρ
  16. νυμφιδίην ἀτέλεστον ἀναστέλλοντες Ἐνυὼ
  17. Βάκχον ἀπειλητῆρες ἐκυκλώσαντο κεραυνοί.
  18. καὶ θεὸς ἀμπελόεις γαμίῳ δεδονημένος ἰῷ
  19. κούρην μὲν μενέαινε· πατὴρ δέ μιν ὑψιμέδων Ζεὺς
  20. βρονταίης ἀνέκοπτε μέλος σάλπιγγος ἀράσσων,