Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ πόθον ὑσμίνης ἀνεσείρασε πάτριος ἠχώ.
  2. ὀκναλέοις δὲ πόδεσσιν ἐχάζετο νωθρὸς ὁδίτης,
  3. στυγνὸς ὀπισθοβόλῳ δεδοκημένος ὄμματι κούρην·
  4. οὔασι δʼ αἰδομένοισιν ἀειδομένων ἐνὶ πόντῳ
  5. ζῆλον ἔχων ἤκουεν Ἀμυμώνης ὑμεναίων.
  6. καὶ γάμον ἡμιτέλεστον ἁλίβρομος ἤπυε σύριγξ,
  7. καὶ δονέων ἄσβεστον ἐν ὕδασι νυμφίδιον πῦρ
  8. παστὸν Ἀμυμώνης θαλαμηπόλος ἤπυε Νηρεύς,
  9. καὶ μέλος ἔπλεκε Φόρκυς· ὁμοζήλῳ δὲ πορείῃ
  10. Γλαῦκος ἀνεσκίρτησεν, ἐβακχεύθη Μελικέρτης·
  11. καὶ ζυγίην Γαλάτεια διακρούουσα χορείην
  12. ἄστατος ὀρχηστῆρι ποδῶν ἐλελίζετο παλμῷ,
  13. καὶ γάμιον μέλος εἶπεν, ἐπεὶ μάθε καλὰ λιγαίνειν
  14. ποιμενίῃ σύριγγι διδασκομένη Πολυφήμου.
  15. καὶ Βερόης διεροῖσιν ὁμιλήσας ὑμεναίοις
  16. νυμφίος ἐννοσίγαιος ἐφίλατο πατρίδα νύμφης·
  17. καὶ Βερόης ναέτῃσιν ἑῆς κειμήλιον εὐνῆς
  18. Ἄρεος εἰναλίοιο θαλασσαίην πόρε νίκην.
  19. καὶ γάμος ὄλβιος ἦεν, ἐπεὶ βυθίῳ παρὰ παστῷ
  20. ἄξιον ἕδνον Ἔρωτος Ἄραψ ἐκομίσσατο Νηρεύς,