Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- καὶ Σάτυροι ῥώοντο κυβιστητῆρι κυδοιμῷ
- ταυροφυεῖς κεράεσσι πεποιθότες, ἐσσυμένων δὲ
- ἀλλοφανὴς κεχάλαστο διʼ ἰξύος ὄρθιος οὐρή.
- Σειληνῶν δὲ φάλαγγες ἐπέρρεον, ὧν ὁ μὲν αὐτῶν
- ποσσὶ διχαζομένοις ἐποχημένος ἰξύι ταύρου
- συμπλεκέων ἔθλιψε μέλος διδυμόθροον αὐλῶν.
- καὶ πλοκάμους βαλίῃσι συναιθύσσουσα θυέλλαις
- Μυγδονὶς ἐκροτάλιζεν ὁμόζυγα κύμβαλα Βάκχη,
- καὶ λοφιὴν ἐπίκυρτον ἐμάστιε λυσσάδος ἄρκτου
- θηρὸς ὑποβρυχίης ἀντώπιον· ἀγροτέρη δὲ
- πόρδαλις οὐρεσίφοιτος ἐλαύνετο κέντορι θύρσῳ.
- καί τις ἀμερσινόοιο κατάσχετος ἅλματι λύσσης
- ἴχνεσιν ἀβρέκτοισιν ἐπεσκίρτησε θαλάσσῃ,
- οἷα Ποσειδάωνος ἐπισκαίρουσα καρήνῳ·
- λὰξ ποδὶ κύματα τύψεν, ἐπηπείλησε δὲ πόντῳ
- σιγαλέῳ, καὶ κωφὸν ὕδωρ ἐπεμάστιε θύρσῳ
- Βασσαρὶς ὑγροφόρητος· ἀπὸ πλοκάμοιο δὲ νύμφης
- ἀφλεγέος σελάγιζε κατʼ αὐχένος αὐτόματον πῦρ,
- θάμβος ἰδεῖν. κινυρὴ δὲ παρʼ ᾐόνι γείτονι πόντῳ
- φύλοπιν εἰσορόωσα θαλασσομόθου Διονύσου