Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Μυγδονίων ἐλατῆρες ἐθωρήσσοντο λεόντων,
  2. καὶ βυθίῳ καναχηδὸν ἐπισκιρτῶντες ὁμίλῳ
  3. ἀμπελόεν παλάμῃσιν ἀνέσχεθον ἔρνος Ἐνυοῦς,
  4. καὶ παλάμας τανύσαντο λεοντείην ἐπὶ δειρὴν
  5. δραξάμενοι πλοκαμῖδος, ἀμαιμακέτους δὲ φορῆας
  6. θαρσαλέοι λασίοισιν ἀνεκρούσαντο χαλινοῖς.
  7. ἁρπάξας δὲ τένοντα χαραδρήεντος ἐναύλου
  8. Σειληνὸς πολέμιζε Παλαίμονι, φοιταλέην δὲ
  9. ἔγχεϊ κισσήεντι διʼ ὕδατος ἤλασεν Ἰνώ.
  10. ἄλλῳ δʼ ἄλλος ἔριζε· καὶ οὐκ ᾐδέσσατο Βάκχη
  11. θύρσῳ ἀκοντιστῆρι καταΐσσουσα τριαίνης,
  12. Βάκχη θῆλυς ἐοῦσα· προασπίζων δὲ θαλάσσης
  13. Πανὶ φιλοσκοπέλῳ μετανάστιος ἤρισε Νηρεὺς
  14. πήχεϊ παφλάζοντι· δαφοινήεντι δὲ κισσῷ
  15. δαίμονα Παλληναῖον ὀρεστιὰς ἤλασε Βάκχη,
  16. οὐ δέ μιν ἐστυφέλιξεν· ἐπερχόμενον δὲ Λυαίῳ
  17. Γλαῦκον ἀκοντιστῆρι Μάρων ἀπεσείσατο θύρσῳ.
  18. ὑψινεφὴς δʼ ἐλέφας μελέων ἐνοσίχθονι παλμῷ
  19. δινεύων στατὸν ἴχνος ἀκαμπέι γούνατος ὀγκῷ
  20. χείλεσι μηκεδανοῖσι χαμευνάδι μάρνατο φώκῃ·