Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰναλίῃ σάλπιγγι Λίβυς μυκήσατο Νηρεύς·
  2. καί τις ἀναΐξας ῥοθίων χερσαῖος ὁδίτης
  3. εἰς σκοπιὴν πόδα λαιὸν ἐρείσατο, δεξιτερῷ δὲ
  4. οὕρεος ἄκρα κάρηνα ταμὼν ἐνοσίχθονι ταρσῷ
  5. μαινάδος ἀψαύστοιο κατηκόντιζε καρήνου·
  6. καὶ βυθίῳ τριόδοντι καταιχμάζων Διονύσου
  7. ἅλμασι μητρῴοισιν ἐβακχεύθη Μελικέρτης.
  8. Βασσαρίδων δὲ φάλαγγες ἐπεστρατόωντο κυδοιμῷ,
  9. ὧν ἡ μὲν δονέουσα μετήλυδα βότρυν ἐθείρης
  10. εἰς μόθον ὑδατόεντα κορύσσετο φοντάδι λύσσῃ,
  11. ἄστατος οἰστρηθεῖσα ποδῶν βητάρμονι παλμῷ·
  12. ἡ δὲ Σάμου Θρήισσαν ὑπὸ σπήλυγγα Καβείρων
  13. νασσαμένη Λιβάνοιο παρεσκίρτησεν ἐρίπνῃ,
  14. βάρβαρον αἰθύσσουσα μέλος Κορυβαντίδος ἠχοῦς·
  15. ἄλλη ἀπὸ Τμώλοιο λεχωίδος ὕψι λεαίνης
  16. ἄρσενα μιτρώσασα κόμην ὀφιώδεϊ δεσμῷ,
  17. Μαιονὶς ἀκρήδεμνος ὑπεβρυχᾶτο Μιμαλλών,
  18. καὶ ποδὸς ἴχνος ἔπηξε μετήορον ὑψόθεν ὄχθης,
  19. μιμηλαῖς γενύεσσιν ὑπαφριόωσα θαλάσσῃ.
  20. Σειληνοὶ δὲ Κίλισσαν ἀναβλύζοντες ἐέρσην