Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τριχθαδίῃ γλωχῖνι θαλάσσια νῶτα χαράσσων,
  2. ζεύξας Ἴσθμιον ἅρμα· καὶ Ἱππείῳ χρεμετισμῷ
  3. Ἰνδῴων κελάδημα συνεπλατάγησε λεόντων.
  4. καὶ δρόμον ὑγρὸν ἔλαυνε· τιταινομένοιο δὲ δίφρου
  5. ἄκρον ὕδωρ ἀδίαντος ἐπέγραφεν ἄβροχος ὁπλή.
  6. τρίτων δʼ εὐρυγένειος ἐπέκτυπε θυιάδι χάρμῃ,
  7. ὃς διδύμοις μελέεσσιν ἔχει βροτοειδέα μορφὴν
  8. ἀλλοφυῆ, χλοάουσαν, ἀπʼ ἰξύος ἄχρι καρήνου
  9. ἡμιτελής· διερῆς δὲ παρήορος ἰξύος ὁλκῷ
  10. δίπτυχος ἰχθυόεντι τύπῳ περικάμπτεται οὐρή.
  11. καὶ διερῇ μάστιγι, θαλασσαίῃ παρὰ φάτνῃ
  12. ζεύξας ὠκυπόρῳ πεφορημένον ἅρμα θυέλλῃ,
  13. Γλαῦκος ἀνιπτοπόδων λοφιὴν ἐπεμάστιεν ἵππων
  14. καὶ Σατύρους ἐδίωκεν. ἁλιρροίζῳ δὲ κυδοιμῷ
  15. Πὰν κερόεις, ἀβάτοισιν ἐν ὕδασι κοῦφος ὁδίτης,
  16. ἄβροχος αἰγείῃσιν ἀνακρούων ἄλα χηλαῖς,
  17. ἄστατος ἐσκίρτησε, καλαύροπι πόντον ἀράσσων,
  18. πηκτίδι συρίζων πολέμου μέλος· ἐν ῥοθίοις δὲ
  19. μιμηλὴν ἀίων ἀνεμώλιον εἰκόνα φωνῆς
  20. ποσσὶν ὀρεσσινόμοισι διέτρεχε πόντιον ὕδωρ,