Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. μαστεύων κτύπον ἄλλον· ὑπηνέμιος δὲ καὶ αὐτὴ
  2. τικτομένη σύριγγι διώκετο ποντιὰς ἠχώ.
  3. ἄλλος ἐυκρήπιδα λόφον νησαῖον ἑλίξας
  4. ῥῖψεν ἐφʼ Ὑδριάδεσσιν, ἀποπλαγχθεῖσα δὲ πέτρη
  5. Νηρεΐδων ἐτίναξε Παλαίμονος ἔμβρυον αὐλήν.
  6. Πρωτεὺς δʼ Ἴσθμιον οἶδμα λιπὼν Παλληνίδος ἅλμης
  7. εἰναλίῳ θώρηκι κορύσσετο, δέρματι φώκης·
  8. ἀμφὶ δέ μιν στεφανηδὸν ἐπέρρεον αἴθοπες Ἰνδοὶ
  9. Βάκχου κεκλομένοιο, καὶ οὐλοκόμων στίχες ἀνδρῶν
  10. φωκάων πολύμορφον ἐπηχύναντο νομῆα.
  11. σφιγγομένου δὲ γέροντος ἔην ἑτερόχροος εἰκών·
  12. Πρωτεὺς γὰρ μελέεσσι τύπον μιμηλὸν ὑφαίνων
  13. πόρδαλις αἰολόνωτος ἑὴν ἐστίξατο μορφήν·
  14. καὶ φυτὸν αὐτοτέλεστον ἐπὶ χθονὸς ὄρθιον ἔστη
  15. δενδρώσας ἑὰ γυῖα, τινασσομένων δὲ πετήλων
  16. ψευδαλέον ψιθύρισμα Βορειάδι σύρισεν αὔρῃ·
  17. καὶ γραπταῖς φολίδεσσι κεκασμένα νῶτα χαράξας
  18. εἷρπε δράκων, μεσάτου δὲ πιεζομένου κενεῶνος
  19. σπεῖραν ἀνῃώρησεν, ὑπʼ ὀρχηστῆρι δὲ παλμῷ
  20. ἄκρα τιταινομένης ἐλελίζετο κυκλάδος οὐρῆς,