Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὗτος ἀγών, Ἀράβων ὀλίγος μόθος, ἀλλὰ θαλάσσης
  2. τοσσατίης, τρομέων δὲ καὶ εἰσέτι πόντιον αἰχμὴν
  3. οὐρανὸς ἡμετέρην βυθίην δεδάηκεν Ἐνυώ·
  4. καὶ πρόμος ὑψικέλευθος ἐμῆς τριόδοντος ἀκωκῆς
  5. πειρήθη Φαέθων, ὅτε δύσμαχος ἀμφὶ Κορίνθου
  6. εἰς μόθον ἀστερόεντα κορύσσετο πόντιος Ἄρης·
  7. ὑψώθη δὲ θάλασσα κατʼ αἰθέρος, Ὠκεανῷ δὲ
  8. λούετο διψὰς Ἅμαξα, καὶ ὕδασι γείτονος ἅλμης
  9. βάψας θερμὰ γένεια Κύων ἐψύχετο Μαίρης,
  10. καὶ βυθίων κενεῶνες ἀνυψώθησαν ἐναύλων
  11. κύματα πυργώσαντες, ἱμασσομένοιο δὲ πόντου
  12. οὐρανίῳ Δελφῖνι θαλάσσιος ἤντετο δελφίς.
  13. ὣς εἰπὼν τριόδοντι μυχοὺς ἐτίναξε θαλάσσης,
  14. καὶ ῥοθίῳ κελάδοντι καὶ οἰδαίνοντι ῥεέθρῳ
  15. ἠέρα μαστίζοντες ἐβόμβεον ὕδατος ὁλκοί.
  16. καὶ διεροῖς σακέεσσιν ἐθωρήχθη στρατὸς ἅλμης·
  17. καὶ βυθίου Κρονίωνος ἁλιβρέκτῳ παρὰ φάτνῃ
  18. ἐγχείην ἐλέλιζεν ὑποβρυχίην Μελικέρτης,
  19. ζεύξας Ἴσθμιον ἅρμα, καὶ ὑγροπόρου βασιλῆος
  20. ἔγχος ἁλικνήμιδι παρῃώρησεν ἀπήνῃ,