Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. διψαλέαι κρύπτοιντο Μιμαλλόνες, οἰνοχύτου δὲ
  2. ἀντὶ μέθης πιέτωσαν ἐμῆς ἁλὸς ἁλμυρὸν ὕδωρ·
  3. καί τις ἐλαυνομένη διερῇ Πρωτῆος ἀκωκῇ
  4. Βασσαρὶς αὐτοκύλιστος ὀλισθήσειε θαλάσσῃ,
  5. ὀρχηθμὸν θανάτοιο κυβιστήσασα Λυαίῳ.
  6. Αἰθιόπων δὲ φάλαγγας ἐρύσσατε καὶ στίχας Ἰνδῶν,
  7. ληίδα Νηρεΐδεσσι, κακογλώσσοιο δὲ νύμφης
  8. Δωρίδι δούλια τέκνα κομίσσατε Κασσιεπείης,
  9. ποινὴν ὀψιτέλεστον· ἀμαιμακέτῳ δὲ ῥεέθρῳ
  10. Ὠκεανὸς πυρόεντα λελουμένον ἀστέρα Μαίρης,
  11. ληναίης προκέλευθον ἀκοιμήτοιο χορείης,
  12. Σείριον ἀμπελόεντα μεταστήσειεν Ὀλύμπου.
  13. ἀλλὰ σύ, Λύδιε Βάκχε, χερείονα θύρσον ἐάσας
  14. δίζεό σοι βέλος ἄλλο, καὶ αἰόλα δέρματα νεβρῶν
  15. κάτθεο, σῶν μελέων ὀλίγον σκέπας· οὐρανίου δὲ
  16. εἴ σε Διὸς γαμίη μαιώσατο νυμφιδίη φλόξ,
  17. ἄρτι πυρὶ πτολέμιζε, πυριτρεφές, ἄρτι κεραυνῷ
  18. πατρῴῳ προμάχιζε κυβερνητῆρι τριαίνης,
  19. καὶ στεροπὴν κούφιζε καὶ αἰγίδα πάλλε τοκῆος·
  20. οὐ γὰρ Δηριάδης σε μένει πρόμος, οὐ Λυκοόργου