Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- ἓν γέρας ἱμείροντι χαρίζομαι ἐννοσιγαίῳ·
- ἤν ἐθέλῃ, μέλψειεν ἐμῶν ὑμέναιον Ἐρώτων,
- μοῦνον ἐμῇ Βερόῃ μὴ δόχμιον ὄμμα τανύσσῃ.
- τοῖον ἔπος κατέλεξεν· ἀπειλητῆρι δὲ μύθῳ
- κερτομέων Διόνυσον ἀμείβετο κυανοχαίτης·
- Αἰδόμενος, Διόνυσε, κορύσσομαι, ὅττι τριαίνης
- ἤρισας αἰχμητῆρι φυγὼν βουπλῆγα Λυκούργου·
- δεῦρο, Θέτις, σκοπίαζε· τεὸς Διόνυσος ἀλύξας
- καλὰ φιλοξείνῳ ζωάγρια δῶκε θαλάσσῃ·
- οὐκ ἄγαμαί ποτε τοῦτο, σελασφόρε· μητροφόνου γὰρ
- ἐκ πυρὸς ἐβλάστησας, ὅθεν πυρὸς ἄξια ῥέζεις.
- ἀλλά, φίλοι Τρίτωνες, ἀρήξατε, δήσατε Βάκχας
- ποντοπόρους τελέσαντες· ὀρεσσαύλου δὲ φορῆος
- τύμπανα Σειληνοῖο κατακλύζοιτο θαλάσσῃ,
- κύματι συρομένοιο, καὶ οἰδαίνοντι ῥεέθρῳ
- νηχομένου Σατύροιο φιλεύιος αὐλὸς ἀλάσθω
- εἰς πλόον αὐτοέλικτον· ἐν εὐύδρῳ δὲ μελάθρῳ
- Βασσαρίδες στορέσειαν ἐμὸν λέχος ἀντὶ Λυαίου.
- οὐ χατέω Σατύρων, οὐ Μαινάδας εἰς βυθὸν ἕλκω·
- Νηρεΐδες γεγάασιν ἀρείονες· ἀλλὰ θαλάσσῃ