Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἱσταμένην ἀτίνακτον ἁλὸς μεδέων ἐνοσίχθων,
  2. εἰναλίην περ ἐοῦσαν, ἀμαλδύνειε τριαίνῃ,
  3. ὅττι κορυσσομένῳ θωρήξομαι· ἀμφότερον γάρ,
  4. εἰ λάχε γείτονα πόντον, ἔχει φυτὰ μυρία Βάκχου,
  5. νίκης ἡμετέρης σημήιον· ἀγχιάλου γὰρ ---
  6. ἀλλὰ παλαιοτέρην μετὰ Παλλάδα μάρτυρι Βάκχῳ
  7. Κέκροψ ἄλλος ἵκοιτο δικασπόλος, ὄφρα καἰ αὐτὴ
  8. ἄμπελος ἀείδοιτο φερέπτολις, ὥς περ ἐλαίη.
  9. καὶ πόλιος τελέσας ἕτερον τύπον οὕ μιν ἐάσω
  10. ἐγγὺς ἁλός, κραναὰς δὲ ταμὼν νάρθηκι κολώνας
  11. γείτονα Βηρυτοῖο γεφυρώσω βυθὸν ἅλμης,
  12. χερσώσας σκοπέλοισιν ἁλὸς πετρούμενον ὕδωρ·
  13. τρηχαλέη δὲ κέλευθος ἰσάζεται ὀξέι θύρσῳ.
  14. ἀλλὰ πάλιν μάρνασθε, Μιμαλλόνες, ἠθάδι νίκῃ
  15. θαρσαλέαι· κταμένων δὲ νεόρρυτον αἷμα Γιγάντων
  16. νεβρὶς ἐμὴ μεθέπουσα μελαίνεται· εἰσέτι δʼ αὐτὴ
  17. ἀντολίη τρομέει με, καὶ εἰς πέδον αὐχένα κάμπτει
  18. Ἰνδὸς Ἄρης, Βρομίῳ δὲ λιτήσια δάκρυα λείβων
  19. δάκρυα κυματόεντα γέρων ἔφριξεν Ὑδάσπης.
  20. καὶ διερὴν μετὰ δῆριν ἔχων Λιβανηίδα νύμφην