Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ πλόκαμοι ῥυπόωντες ἀκοσμήτοιο καρήνου
  2. ἁβρότεροι γεγάασιν, ὅτʼ ἀπλεκέες καὶ ἀλῆται
  3. χιονέῳ στιχόωσι παρήοροι ἀμφὶ προσώπῳ.
  4. καί ποτε διψήσασα μετέστιχε γείτονα πηγήν,
  5. οὐρανίου πυρόεντος ἱμασσομένη Κυνὸς ἀτμῷ,
  6. χείλεσι καρχαλέοισι· καθελκομένῳ δὲ καρήνῳ
  7. κάμπτετο κυρτωθεῖσα, καὶ εἰς στόμα πολλάκι κούρη
  8. χερσὶ βαθυνομένῃσιν ἀρύετο πάτριον ὕδωρ,
  9. ἄχρι κορεσσαμένη λίπε νάματα· χαζομένης δὲ
  10. ἱμερτῇ Διόνυσος ὑποκλίνας γόνυ πηγῇ
  11. κοιλαίνων παλάμας ἐρατὴν μιμήσατο κούρην,
  12. νέκταρος αὐτοχύτοιο πιὼν γλυκερώτερον ὕδωρ.
  13. καί μιν ἐσαθρήσασα πόθου δεδονημένον οἴστρῳ
  14. πηγαίη βαθύκολπος ἀσάμβαλος ἴαχε Νύμφη·
  15. Ψυχρὸν ὕδωρ, Διόνυσε, μάτην πίες· οὐ δύναται γὰρ
  16. σβέσσαι δίψαν ἔρωτος ὅλος ῥόος Ὠκεανοῖο,
  17. εἴρεο σὸν γενέτην, ὅτι τηλίκον οἶδμα περήσας
  18. νυμφίος Εὐρώπης οὐκ ἔσβεσεν ἱμερόεν πῦρ,
  19. ἀλλʼ ἔτι μᾶλλον ἔκαμνεν ἐν ὕδασιν· ὑγροπόρου δὲ
  20. μάρτυρα λάτριν Ἔρωτος ἔχεις Ἀλφειὸν ἀλήτην,