Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὅττι τόσοις ῥοθίοισι διʼ ὕδατος ὕδατα σύρων
  2. οὐ φύγε θερμὸν ἔρωτα, καὶ εἰ πέλεν ὑγρὸς ὁδίτης.
  3. ὣς φαμένη πηγαῖον ἐδύσατο σύγχροον ὕδωρ
  4. νηιὰς ἀκρήδεμνος ἐπεγγελόωσα Λυαίῳ.
  5. καὶ θεὸς ὑγρομέδοντι Ποσειδάωνι μεγαίρων
  6. εἶχε φόβον καὶ ζῆλον, ἐπεὶ πίε παρθένος ὕδωρ
  7. ἀντὶ μέθης, καὶ κωφὸν ἐς ἠέρα ῥήξατο φωνήν,
  8. οἶά περ εἰσαΐουσαν ἔχων πειθήμονα κούρην·
  9. Παρθένε, δέχνυσο νέκταρ· ἔα φιλοπάρθενον ὕδωρ·
  10. φεῦγε ποτὸν κρηναῖον, ὅπως μὴ σεῖο κορείην
  11. ὑδατόεις κλέψειεν ἐν ὕδασι κυανοχαίτης,
  12. ὅττι γυναιμανέων δολόεις πέλε· Θεσσαλίδος δὲ
  13. Τυροῦς οἶδας ἔρωτα καὶ ὑγροπόρους ὑμεναίους·
  14. καὶ σὺ ῥόον δολόεντα φυλάσσεο, μὴ σέο μίτρην
  15. ψευδαλέος λύσειε, γαμοκλόπος ὥς περ Ἐνιπεύς.
  16. ἤθελον εἰ γενόμην καὶ ἐγὼ ῥόος, ὡς ἐνοσίχθων,
  17. καὶ κελάδων πήχυνα ποθοβλήτῳ παρὰ πηγῇ
  18. διψαλέην ἀφύλακτον ἐμὴν Λιβανηίδα Τυρώ.
  19. εἶπε θεός· μελέων δὲ μετάτροπον εἶδος ἀμείψας,
  20. ὁππόθι παρθένος ἦεν, ἐδύσατο δάσκιον ὕλην