Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ γλυκερῆς ἀκόρητος ἕσω Λιβανηίδος ὕλης
  2. οἰώθη Διόνυσος ἐρημαίῃ παρὰ νύμφῃ,
  3. οἰώθη Διόνυσος. Ὀρειάδες εἴπατε Νύμφαι.
  4. τί πλέον ἤθελεν ἄλλο φιλαίτερον, ἢ χρόα κούρης
  5. μοῦνος ἰδεῖν δυσέρωτος ἐλεύθερος ἐννοσιγαίου;[*](lines 65-70 have been placed after 274)
  6. καὶ κύσε νηρίθμοισι φιλήμασι λάθριος ?ἕρπων
  7. χῶρον, ὅπῃ πόδα θῆκε, καὶ ἣν ἐπάτησε κονίην
  8. παρθενικὴ ῥοδόεντι καταυγάζουσα πεδίλῳ·
  9. καὶ γλυκὺν αὐχένα Βάκχος ἐδέρκετο, καὶ σφυρὰ κούρης
  10. νισσομένης καὶ κάλλος, ὅ περ φύσις ὤπασε νύμφῃ,
  11. κάλλος, ὅ περ φύσις εὗρε· καὶ οὐ ξανθόχροϊ κόσμῳ
  12. χρισαμένη Βερόη ῥοδοειδέα κύκλα προσώπου
  13. ψευδομένας ἐρύθηνε νόθῳ σπινθῆρι παρειάς,
  14. οὐ χροὸς ἀντιτύποιο διαυγέι μάρτυρι χαλκῷ
  15. μιμηλῆς ἐγέλασσεν ἐς ἄπνοον εἶδος ὀπωπῆς
  16. κάλλος ἐὸν κρίνουσα, καὶ οὐ τεχνήμονι θεσμῷ
  17. πολλάκις ἰσάζουσα παρʼ ὀφρύσιν ἄκρα κομάων
  18. πλαζομένης ἔστησε μετήλυδα βότρυν ἐθείρης.
  19. ἀλλὰ γυναιμανέοντα πολὺ πλέον ὀξέι κέντρῳ
  20. ἀγλαΐαι κλονέουσιν ἀκηδέστοιο προσώπου,