Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ θεὸς ἀμπελόεις ἀντώπιον ὄμμα τιταίνων
  2. ἁβρὸν ἐυπλοκάμοιο δέμας διεμέτρεε νύμφης,
  3. θάμβος ἔχων ὀχετηγὸν ἐς ἵμερον· ἀρχομένων δὲ
  4. ὀφθαλμὸς προκέλευθος ἐγίνετο πορθμὸς Ἐρώτων.
  5. πλάζετο μὲν Διόνυσος ἔσω τερψίφρονος ὕλης,
  6. λάθριος εἰς Βερόην πεφυλαγμένον ὄμμα τιταίνων,
  7. καὶ κατὰ βαιὸν ὄπισθεν ἐς ἀτραπὸν ἤιε κούρης·
  8. οὐδέ οἱ εἰσορόωντι κόρος πέλεν· ἱσταμένην γὰρ
  9. παρθένον ὅσσον ὄπωπε, τόσον πλέον ἤθελε λεύσσειν.
  10. καὶ Κλυμένης φιλότητος ἀναμνήσας πρόμον ἄστρων
  11. ἠέλιον λιτάνευεν, ὀπισθοτόνων ἐπὶ δίφρων
  12. αἰθερίῳ στατὸν ἵππον ἀνασφίγγοντα χαλινῷ
  13. μηκύνειν γλυκὺ φέγγος, ἵνα βραδὺς εἰς δύσιν ἔλθῃ
  14. φειδομένῃ μάστιγι παλιμφυὲς ἦμαρ ἀέξων.
  15. καὶ Βερόης μετρηδὸν ἐπʼ ἴχνεσιν ἴχνος ἐρείδων,
  16. οἷά περ ἀγνώσσων, περιδέδρομεν· ἐκ Λιβάνου δὲ
  17. ὀκναλέου ποδὸς ἴχνος ὑποκλέπτων ἐνοσίχθων
  18. ἐντροπαλιζομένῳ βραδυπειθέι χάζετο ταρσῷ,
  19. καὶ νόον ἀστήρικτον ὁμοίιον εἶχε θαλάσσῃ,
  20. κύμασι παφλάζοντα πολυφλοίσβοιο μερίμνης.