Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. κέντρον ἔχων γλυκύπικρον. ἀνεσσύμενος δὲ θαλάσσης,
  2. ἴκμια διψαλέοιο διʼ οὔρεος ἴχνια πάλλων,
  3. παρθενικὴν μάστευε Ποσειδάων μετανάστης,
  4. ἄβροχον ὑδατόεντι περιρραίνων χθόνα ταρσῷ·
  5. καί οἱ ἔτι σπεύδοντι παρὰ κλέτας εὔβοτον ὕλης
  6. οὔρεος ἄκρα κάρηνα ποδῶν ἐλελίζετο παλμῷ---
  7. εἰς Βερόην σκοπίαζε, καὶ ἐκ ποδὸς ἄχρι καρήνου
  8. κούρης ἱσταμένης διεμέτρεεν ἔνθεον ἥβην·
  9. ὀξὺ δὲ λεπταλέοιο διʼ εἵματος οἷα κατόπτρῳ
  10. ὄμμασιν ἀπλανέεσσι τύπον τεκμαίρετο κούρης,
  11. οἷά τε γυμνωθέντα παρακλιδὸν ἄκρα δοκεύων
  12. στήθεα μαρμαίροντα, πολυπλεκέεσσι δὲ δεσμοῖς
  13. μαζῶν κρυπτομένων φθονερὴν ἐπεμέμφετο μίτρην,
  14. δινεύων ἑλικηδὸν ἐρωμανὲς ὄμμα προσώπου,
  15. παπταίνων ἀκόρητος ὅλον δέμας· οἰστρομανὴς δὲ
  16. εἰναλίην Κυθέρειαν ἁλὸς μεδέων ἐνοσίχθων
  17. μοχθίζων ἱκέτευε, καὶ ἀγραύλῳ παρὰ ποίμνῃ
  18. παρθένον ἱσταμένην φιλίῳ μειλίξατο μύθῳ·
  19. Ἑλλάδα καλλιγύναικα γυνὴ μία πᾶσαν ἐλέγχει·
  20. οὐ Πάφος, οὐκέτι Λέσβος ἀείδεται, οὐκέτι Κύπρου