Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὔνομα καλλιτόκοιο φατίζεται· οὐκέτι μέλψω
  2. Νάξον ἀειδομένην εὐπάρθενον· ἀλλὰ καὶ αὐτὴ
  3. εἰς τόκον, εἰς ὠδῖνας ἐνικήθη Λακεδαίμων·
  4. οὐ Πάφος, οὐκέτι Λέσβος, Ἀμυμώνης δὲ τιθήνη
  5. ἀντολίη σύλησεν ὅλον κλέος Ὀρχομενοῖο,
  6. μούνην ἀμφιέπουσα μίαν Χάριν· ὁπλοτέρη γὰρ
  7. τρισσάων Χαρίτων Βερόη βλάστησε τετάρτη.
  8. παρθένε, κάλλιπε γαῖαν, ὅ περ θέμις· οὐ σέο μήτηρ
  9. ἐκ χθονὸς ἐβλάστησεν, ἁλὸς θυγάτηρ Ἀφροδίτη·
  10. πόντον ἔχεις ἐμὸν ἕδνον ἀτέρμονα, μείζονα γαίης·
  11. σπεῦσον ἐριδμαίνειν ἀλόχῳ Διός, ὄφρά τις εἴπῃ,
  12. ὅττι δάμαρ Κρονίδαο καὶ εὐνέτις ἐννοσιγαίου
  13. πάντοθι κοιρανέουσιν, ἐπεὶ νιφόεντος Ὀλύμπου
  14. Ἥρη σκῆπτρον ἔχει, Βερόη κράτος ἔσχε θαλάσσης.
  15. οὔ σοι Βασσαρίδας μανιώπεας ἐγγυαλίξω,
  16. οὐ Σάτυρον σκαίροντα καὶ οὐ Σειληνὸν ὀπάσσω·
  17. ἀλλὰ τελεσσιγάμοιο τεῆς θαλαμηπόλον εὐνῆς
  18. Πρωτέα σοι καὶ Γλαῦκον ὑποδρηστῆρα τελέσσω·
  19. δέχνυσο καὶ Νηρῆα καί, ἢν ἐθέλῃς, Μελικέρτην·
  20. καὶ πλατὺν ἀενάου μιτρούμενον ἄντυγι κόσμου