Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Ἡλιάδων δʼ ὅλον ὄλβον ἐπαισχύνει σέο μορφὴ
  2. λευκὸν ἐρευθιόωσα, βολαῖς δʼ ἀντίρροπος Ἠοῦς
  3. εἴκελος ἠλέκτρῳ Βερόης ἀμαρύσσεται αὐχήν---
  4. καὶ λίθον ἀστράπτοντα· τεοῦ χροὸς εἶδος ἐλέγχει
  5. μάρμαρα τιμήεντα· μὴ εἴκελον αἴθοπι λύχνῳ
  6. λυχνίδα σοι κομίσοιμι, σέλας πέμπουσιν ὀπωπαί·
  7. μὴ καλύκων ῥοδόεντος ἀναΐσσοντα κορύμβου
  8. σοὶ ῥόδα δῶρα φέροιμι, ῥοδώπιδές εἰσι παρειαί.
  9. τοῖον ἔπος κατέλεξε· καὶ οὔατος ἔνδοθι κούρη
  10. χεῖρας ἐρεισαμένη διδύμας ἔφραξεν ἀκουάς,
  11. μὴ πάλιν ἄλλον Ἔρωτι μεμηλότα μῦθον ἀκούσῃ,
  12. ἔργα γάμου στυγέουσα· ποθοβλήτῳ δὲ Λυαίῳ
  13. μόχθῳ μόχθον ἔμιξε. τί κύντερόν ἐστιν Ἐρώτων,
  14. ἢ ὅτε θυμοβόροιο πόθου λυσσώδεϊ κέντρῳ
  15. ἀνέρας ἱμείροντας ἀλυσκάζουσι γυναῖκες
  16. καὶ πλέον οἶστρον ἄγουσι σαόφρονες; ἐνδόμυχος δὲ
  17. διπλόος ἐστὶν ἔρως, ὅτε παρθένος ἀνέρα φεύγει.
  18. ὣς ὁ μὲν οἰστρήεντι πόθου μαστίζετο κεστῷ·
  19. παρθενικῆς δʼ ἀπέμιμνεν· ἀμιτροχίτωνι δὲ κούρῃ
  20. σύνδρομον ἀγρώσσοντα νόον πόμπευεν ἀλήτην,