Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. πόρδαλιν ἱδρώοντα Μάρων ἀνέλυσε λεπάδνων,
  2. καὶ κόνιν ἐξετίναξε καὶ ἔκλυσεν ὕδατι πηγῆς
  3. θερμὸν ἀναψύχων κεχαραγμένον αὐχένα θηρῶν.
  4. ἔνθα μολὼν ἀκίχητος Ἔρως ἐπὶ γείτονι κούρῃ
  5. δαίμονας ἀμφοτέρους διδυμάονι βάλλεν ὀιστῷ,
  6. βακχεύσας Διόνυσον ἄγειν κειμήλια νύμφῃ,
  7. εὐφροσύνην βιότοιο καὶ οἴνοπα βότρυν ὀπώρης,
  8. οἰστρήσας δʼ ἐς ἔρωτα κυβερνητῆρα τριαίνης
  9. διπλόον ἕδνον ἔρωτος ἅγειν ἁλιγείτονι κούρῃ,
  10. ναύμαχον ὑγρὸν Ἄρηα καὶ αἰόλα δεῖπνα τραπέζης.
  11. καὶ πλέον ἔφλεγε Βάκχον, ἐπεὶ νόον οἶνος ἐγείρει
  12. εἰς πόθον, ὁπλοτέρων δὲ πολὺ πλέον ἄφρονι κέντρῳ
  13. θελγομένην ἀχάλινον ἔχων πειθήνιον ἥβην·
  14. Βάκχον Ἔρως τόξευεν, ὅλον βέλος εἰς φρένα πήξας·
  15. ἔφλεγε δʼ, ὅσσον ἔθελγεν ἐπιστάξας μέλι πειθοῦς.
  16. ἀμφοτέρους δʼ οἴστρησε· διʼ αἰθερίης δὲ κελεύθου
  17. κυκλώσας βαλίοισιν ὁμόδρομον ἴχνος ἀήταις
  18. νηχομένῳ νόθος ὄρνις ἀνῃώρητο πεδίλῳ,
  19. τοῖον ἔπος βοόων φιλοκέρτομον· ἀνέρας οἴνῳ
  20. εἰ κλονέει Διόνυσος, ἐγὼ πυρὶ Βάκχον ὀρίνω.