Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ζηλομανὴς Ἥφαιστος Ἀδώνιδι τεύχεα θήρης.
  2. εἶπεν ἀκηλήτοιο παραπλάζων φρένα κούρης.
  3. καί ποτε πεπταμένων ἀνεμωνίδος ὑψόθι φύλλων
  4. νήδυμον ὕπνον ἴαυεν· ὄναρ δέ οἱ ἔπλετο κούρη
  5. εἵματι νυμφιδίῳ πεπυκασμένη. ἀντίτυπον γάρ
  6. ἔργον, ὅ περ τελέει τις ὲν ἥματι, νυκτὶ δοκεύει·
  7. βουκόλος ὑπνώων κεραοὺς βόας εἰς νομὸν ἕλκει·
  8. δίκτυα θηρητῆρι φαείνεται ὄψις ὀνείρου·
  9. γειοπόνοι δʼ εὕδοντες ἀροτρεύουσιν ἀρούρας,
  10. αὔλακα δὲ σπείρουσι φερέσταχυν· ἀζαλέῃ δὲ
  11. ἄνδρα μεσημβρίζοντα κατάσχετον αἴθοπι δίψῃ
  12. εἰς ῥόον, εἰς ἀμάρην ἀπατήλιος ὕπνος ἐλαύνει.
  13. οὕτω καὶ Διόνυσος, ἔχων ἰνδάλματα μόχθων,
  14. μιμηλῷ πτερόεντα νόον πόμπευεν ὀνείρῳ,
  15. καὶ σκιεροῖσι γάμοισιν ὁμίλεεν. ἐγρόμενος δὲ
  16. παρθένον οὐκ ἐκίχησε, καὶ ἤθελεν αὖτις ἰαύειν·
  17. καὶ κενεὴν ἐκόμισσε μινυνθαδίης χάριν εὐνῆς,
  18. εὕδων ἐν πετάλοισι ταχυφθιμένης ἀνεμώνης.
  19. μέμφετο δʼ ἀφθόγγων πετάλων χύσιν· ἀχνύμενος δὲ
  20. ὕπνον ὁμοῦ καὶ Ἔρωτα καὶ ἑσπερίην Ἀφροδίτην