Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τὴν αὐτὴν ἱκέτευεν ἰδεῖν πάλιν ὄψιν ὀνείρου,
  2. δάσμα γάμου ποθέων ἀπατήλιον. ἄγχι δὲ μύρτου
  3. πολλάκι Βάκχος ἴαυε, καὶ οὐ γαμίου τύχεν ὕπνου.
  4. ἀλλὰ πόνον γλυκὺν εἶχε, ποθοβλήτῳ δὲ καὶ αὐτὸς
  5. λυσιμελὴς Διόνυσος ἐλύετο γυῖα μερίμνῃ.
  6. καὶ Βερόης γενετῆρι συνέμπορος, υἱέι Μύρρης,
  7. θηροσύνην ἀνέφηνεν· ἀκοντιστῆρι δὲ θύρσῳ
  8. στικτὰ νεοσφαγέων ὑπεδύσατο δέρματα νεβρῶν,
  9. λάθριος εἰς Βερόην δεδοκημένος· ἱσταμένου δὲ
  10. παρθένος ἄστατον ὄμμα φυλασσομένη Διονύσου
  11. φάρεϊ μαρμαίρουσαν ἑὴν ἔκρυψε παρειήν.
  12. καὶ πλέον ἔφλεγε Βάκχον, ὅτι δρηστῆρες Ἐρώτων
  13. αἰδομένας ἔτι μᾶλλον ὀπιπεύουσι γυναῖκας,
  14. καὶ πλέον ἱμείρουσι καλυπτομένοιο προσώπου.
  15. καί ποτε μουνωθεῖσαν Ἀδώνιδος ἄζυγα κούρην
  16. ἀθρήσας σχεδὸν ἦλθε, καὶ ἀνδρομέης ἀπὸ μορφῆς
  17. εἶδος ἑὸν μετάμειψε, καὶ ὡς θεὸς ἵστατο κούρῃ·
  18. καί οἱ ἑὸν γένος εἶπε καὶ οὔνομα, καὶ φόνον Ἰνδῶν,
  19. καὶ χορὸν ἀμπελόεντα, καὶ ἡδυπότου χύσιν οἴνου,
  20. ὅττί μιν ἀνδράσιν εὗρε· φιλοστόργῳ δὲ μενοινῇ