Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. λήιον ἀμήσω σταχυηφόρον, ἀντὶ δὲ Δηοῦς
  2. μητρὶ τεῇ ῥέξαιμι θαλύσια Κυπρογενείῃ.ʼ
  3. δέξο δὲ γειοπόνον με τεῆς ὑποεργὸν ἀλωῆς·
  4. ὑμετέρης με κόμισσε φυτηκόμον ἀφρογενείης,
  5. ὄφρα φυτὸν πήξαιμι φερέσβιον, ἡμερίδων δὲ
  6. ὄμφακα γινώσκω νεοθηλέα χερσὶν ἀφάσσων.
  7. οἶδα, πόθεν ποτὲ μῆλα πεπαίνεται· οἶδα φυτεῦσαι
  8. καὶ πτελέην τανύφυλλον ἐρειδομένην κυπαρίσσῳ·
  9. ἄρσενα καὶ φοίνικα γεγηθότα θήλεϊ μίσγω,
  10. καὶ κρόκον, ἤν ἐθέλῃς, παρὰ μίλακι καλὸν ἀέξω.
  11. μή μοι χρυσὸν ἄγοις κομιδῆς χάριν· οὐ χρέος ὄλβου·
  12. μισθὸν ἔχω δύο μῆλα, μιῆς ἕνα βότρυν ὀπώρης.
  13. τοῖα μάτην ἀγόρευε, καὶ οὐκ ἠμείβετο κούρη
  14. Βάκχου μὴ νοέουσα γυναιμανέος στίχα μύθων.
  15. ἀλλὰ δόλῳ δόλον ἄλλον ἐπέφραδεν [*](So Mss.: Ludwich ἐπέρραφεν.) Εἰραφιώτης·
  16. καὶ Βερόης ἀπὸ χειρὸς ἐδέχνυτο δίκτυα θήρης
  17. οἶά τε θαμβήσας τεχνήμονα, πυκνὰ δὲ σείων
  18. εἰς χρόνον ἀμφελέλιζε, καὶ εἴρετο πολλάκι κούρην·
  19. Τίς θεὸς ἔντεα ταῦτα, τίς οὐρανίη κάμε τέχνη;
  20. τίς κάμε; καὶ γὰρ ἄπιστον ἔχω νόον, ὅττι τελέσσει