Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀμφὶ γάμου τινὰ μῦθον ἀσημάντῳ φάτο φωνῇ·
  2. Εἰμὶ τεοῦ Λιβάνοιο γεωμόρος· ἥν ἐθελήσῃς,
  3. ἀρδεύω σέο γαῖαν, ἐγὼ σέο καρπὸν ἀέξω.
  4. ὡράων πισύρων νοέω δρόμον· ἱσταμένην δὲ
  5. νύσσαν ὀπιπεύων φθινοπωρίδα τοῦτο βοήσω·
  6. Σ̔κορπίος ἀντέλλει βιοτήσιος, ἔστι δὲ κῆρυξ
  7. αὔλακος εὐκάρποιο· βόας ζεύξωμεν ἀρότρῳ.
  8. Πληιάδες δύνουσι· πότε [*](δύνουσί ποτε Rose, δύνουσι: πότε add.) σπείρωμεν ἀρούρας;
  9. αὔλακες ὠδίνουσιν, ὅτε δρόσος εἰς χθόνα πίπτει
  10. αὐομένην Φαέθοντι.ʼ καὶ Ἀρκάδος ἐγγὺς Ἁμάξης
  11. χείματος ὀμβρήσαντος ἰδὼν Ἀρκτοῦρον ἐνίψω·
  12. ʽδιψαλέη ποτὲ γαῖα Διὸς νυμφεύεται ὄμβρῳ.ʼ
  13. εἴαρος ἀντέλλοντος ἑώιος εἰς σὲ βοήσω·
  14. ʼἄνθεα σεῖο τέθηλε· πότε κρίνα καὶ ῥόδα τίλλω;
  15. ἠνίδε, πῶς ὑάκινθος ἐπέτρεχε γείτονι μύρτῳ,
  16. πῶς γελάᾳ νάρκισσος ἐπιθρῴσκων ἀνεμώνῃ.ʼ
  17. καὶ σταφυλὴν ὁρόων θέρεος παρεόντος ἐνίψω·
  18. ʽἁ̓́μπελος ἡβώουσα πεπαίνεται ἄμμορος ἅρπης·
  19. παρθένε, σύγγονος ἦλθε· πότε τρυγόωμεν ὀπώρην;
  20. σὸς στάχυς ἠέξητο καὶ ἀμητοῖο χατίζει·