Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. τεσσαρακοστὸν ὕφηνα τὸ δεύτερον, ἧχι λιγαίνω Βάκχου τερπνὸν ἔρωτα καὶ ἵμερον ἐννοσιγαίου.
  2. ὣς φαμένη παρέπεισε· μεταχρονίῳ δὲ πεδίλῳ
  3. θερμὸς Ἔρως ἀκίχητος ὑπηνέμιον πόδα πάλλων
  4. ὑψινεφὴς πτερόεντι κατέγραφεν ἠέρα ταρσῷ,
  5. τόξα φέρων φλογόεντα. κατωμαδίη δὲ καὶ αὐτὴ
  6. μειλιχίου πλήθουσα πυρὸς κεχάλαστο φαρέτρη.
  7. ὡς δʼ ὁπότʼ ἀννεφέλοιο διʼ αἰθέρος ὀξὺς ὁδίτης
  8. ἐκταδίῳ σπινθῆρι τιταίνεται ὄρθιος ἀστήρ,
  9. ἤ στρατιῇ πολέμοιο φέρων τέρας ἤ τινι ναύτῃ,
  10. αἰθέρος ἔγραφε νῶτον ὀπισθιδίῳ πυρὸς ὁλκῷ·
  11. ὥς τότε θοῦρος Ἔρως πεφορημένος ὀξέι ῥοίζῳ,
  12. παλλομένων πτερύγων ἀνεμώδεα βόμβον ἰάλλων,
  13. ἠερόθεν ῥοίζησε· καὶ Ἀσσυρίῃ παρὰ πέτρῃ
  14. ἔμπυρα δισσὰ βέλεμνα μιῇ ξυνώσατο νευρῇ,
  15. παρθενικῆς ὑπʼ ἔρωτος ὁμοίιον εἰς πόθον ἕλκων
  16. διχθαδίους μνηστῆρας ὁμοζήλων ὑμεναίων,
  17. δαίμονα βοτρυόεντα καὶ ἡνιοχῆα θαλάσσης.
  18. τῆμος ὁ μὲν βαθὺ κῦμα λιπὼν ἁλιγείτονος ὅρμου,
  19. ὅς δὲ Τύρου μετὰ πέζαν, ἔσω Λιβάνοιο καρήνων
  20. ἤντεον εἰς ἕνα χῶρον. ἀπὸ βλοσυροῖο δὲ δίφρου