Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. Εὔιος ἀγρευτῆρι πανείκελος· ἁβροκόμῳ δὲ
  2. ἀλλοφυὴς ἄγνωστος ὁμίλεεν ἄζυγι κούρῃ
  3. εἴκελος ἡβητῆρι, καὶ ἀκλινὲς ἀμφὶ προσώπῳ
  4. ψευδαλέον μίμημα σαόφρονος ἔπλασεν αἰδοῦς·
  5. καὶ πῇ μὲν σκοπίαζεν ἐρημάδος ἄκρον ἐρίπνης,
  6. πῇ δὲ τανυπτόρθοιο βαθύσκιον εἰς ῥάχιν ὕλης,
  7. εἰς πίτυν ὄμμα φέρων λελιημένον, ἄλλοτε πεύκην
  8. ἢ πτελέην ἐδόκευε· φυλασσομένου δὲ προσώπου
  9. ὄμμασι λαθριδίοισιν ἐδέρκετο γείτονα κούρην,
  10. μή μιν ἀλυσκάζειε μετάτροπος· ἠιθέῳ γὰρ
  11. κάλλος ὀπιπεύοντι καὶ ἥλικος ὄμματα κούρης
  12. Κυπριδίων ἐλάχεια παραίφασίς ἐστιν Ἐρώτων.
  13. καὶ Βερόης σχεδὸν ἦλθε καὶ ἤθελε μῦθον ἐνίψαι,
  14. ἀλλὰ φόβῳ πεπέδητο· φιλεύιε, πῇ σέο θύρσοι
  15. ἀνδροφόνοι; πῇ φρικτὰ κεράατα; πῇ σέο χαίτῃ
  16. γλαυκὰ πεδοτρεφέων ὀφιώδεα δεσμὰ δρακόντων;
  17. πῇ στομάτων μύκημα βαρύβρομον; ἆ μέγα θαῦμα,
  18. παρθένον ἔτρεμε Βάκχος, ὃν ἔτρεμε φῦλα Γιγάντων·
  19. γηγενέων ὀλετῆρα φόβος νίκησεν Ἐρώτων·
  20. τοσσατίων δʼ ἤμησεν ἀρειμανέων γένος Ἰνδῶν,