Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. καὶ μίαν ἱμερόεσσαν ἀνάλκιδα δείδιε κούρην,
  2. δείδιε θηλυτέρην ἁπαλόχροον· ἐν δὲ κολώναις
  3. θηρονόμῳ νάρθηκι κατεπρήυνε λεόντων
  4. φρικαλέον μύκημα, καὶ ἔτρεμε θῆλυν ἀπειλήν·
  5. καί οἱ ἐριπτοίητον ὑπὸ στόμα μῦθος ἀλήτης
  6. γλῶσσαν ἐς ἀκροτάτην ἐτιταίνετο χείλεϊ γείτων,
  7. ἐκ φρενὸς ἀίσσων καὶ ἐπὶ φρένα νόστιμος ἕρπων·
  8. ἀλλὰ φόβον γλυκύπικρον ἔχων αἰδήμονι σιγῇ
  9. εἰς φάος ἐσσυμένην παλινάγρετον ἔσπασε φωνήν.
  10. καὶ μόγις ὑστερόμυθον ὑπὸ στόμα δεσμὸν ἀράξας
  11. αἰδοῦς ἀμβολιεργὸν ἀπεσφήκωσε σιωπήν,
  12. καὶ Βερόην ἐρέεινε χέων ψευδήμονα φωνήν·
  13. Ἄρτεμι, πῇ σέο τόξα;τίς ἥρπασε σεῖο φαρέτρην;
  14. πῇ λίπες, ὃν φορέεις ἐπιγουνίδος ἄχρι χιτῶνα;
  15. πῇ σέο κεῖνα πέδιλα, θοώτερα κυκλάδος αὔρης;
  16. πῇ χορὸς ἀμφιπόλων;πῇ δίκτυα; πῇ κύνες ἀργαί;
  17. οὐ δρόμον ἐντύνεις κεμαδοσσόον· οὐκ ἐθέλεις γὰρ
  18. ἀγρώσσειν, ὅθι Κύπρις Ἀδώνιδος ἐγγὺς ἰαύει.
  19. ἔννεπε θάμβος ἔχων ἀπατήλιον· ἐν κραδίῃ δὲ
  20. παρθενικὴ μείδησεν· ἀπειροκάκῳ δὲ μενοινῇ