Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς ἑὸν οἶκον ἔβαινε παλίνδρομος· ἑζομένου δὲ
  2. υἱέος ἐγγὺς ἔθηκεν ἑὴν χρυσήλατον ἕδρην,
  3. καὶ μέσον ἀγκὰς ἑλοῦσα γαληνιόωντι προσώπῳ
  4. πεπταμένῳ πήχυνε γεγηθότι κοῦρον ἀγοστῷ,
  5. γούνασι κουφίζουσα φίλον βάρος· ἀμφότερον δὲ
  6. καὶ στόμα παιδὸς ἔκυσσε καὶ ὄμματα· θελξινόου δὲ
  7. ἁπτομένη τόξοιο καὶ ἀμφαφόωσα φαρέτρην,
  8. οἷά περ ἀσχαλόωσα, δολόφρονα ῥήξατο φωνήν·
  9. Ἐλπὶς ὅλου βιότοιο, παραίφασις ἀφρογενείης,
  10. νηλειὴς ἐμὰ τέκνα βιήσατο μοῦνα Κρονίων·
  11. ἐννέα γὰρ πλήσασα μογοστόκα κύκλα Σελήνης
  12. δριμὺ βέλος μεθέπουσα δυηπαθέος τοκετοῖο
  13. Ἁρμονίην ἐλόχευσα, καὶ ἄλγεα ποικίλα πάσχει
  14. ἀχνυμένη· κούρην δὲ μογοστόκον ἔλλαχε Λητώ,
  15. Ἄρτεμιν Εἰλείθυιαν, ἀρηγόνα θηλυτεράων.
  16. τέκνον Ἀμυμώνης ὁμογάστριον, οὔ σε διδάξω,
  17. ὡς λάχον ἐξ ἁλὸς αἷμα καὶ αἰθέρος· ἀλλὰ τελέσσαι
  18. ἤθελον ἄξιον ἔργον, ὅπως παρὰ μητρὶ θαλάσσῃ
  19. οὐρανόθεν γεγαυῖα καὶ οὐρανὸν ἐν χθονὶ πήξω·
  20. ἀλλὰ κασιγνήτης ἐπὶ κάλλεϊ σεῖο--- τιταίνων