Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. θέλγε θεούς, καὶ μᾶλλον ἴσον βέλος εἰν ἑνὶ θεσμῷ
  2. πέμπε Ποσειδάωνι καὶ ἀμπελόεντι Λυαίῳ,
  3. ἀμφοτέροις μακάρεσσιν· ἐγὼ δέ σοι ἄξια μόχθων
  4. δῶρον ἑκηβολίης ἐπεοικότα μισθὸν ὀπάσσω·
  5. δώσω σοι χρυσέην γαμίην χέλυν, ἣν παρὰ παστῷ
  6. Ἁρμονίῃ πόρε Φοῖβος, ἐγὼ δέ σοι ἐγγυαλίξω
  7. ἄστεος ἐσσομένου μνημήιον, ὄφρά κεν εἴης
  8. καὶ μετὰ τοξευτῆρα λυροκτύπος, ὥς περ Ἀπόλλων.
  1. τεσσαρακοστὸν ὕφηνα τὸ δεύτερον, ἧχι λιγαίνω Βάκχου τερπνὸν ἔρωτα καὶ ἵμερον ἐννοσιγαίου.
  2. ὣς φαμένη παρέπεισε· μεταχρονίῳ δὲ πεδίλῳ
  3. θερμὸς Ἔρως ἀκίχητος ὑπηνέμιον πόδα πάλλων
  4. ὑψινεφὴς πτερόεντι κατέγραφεν ἠέρα ταρσῷ,
  5. τόξα φέρων φλογόεντα. κατωμαδίη δὲ καὶ αὐτὴ
  6. μειλιχίου πλήθουσα πυρὸς κεχάλαστο φαρέτρη.
  7. ὡς δʼ ὁπότʼ ἀννεφέλοιο διʼ αἰθέρος ὀξὺς ὁδίτης
  8. ἐκταδίῳ σπινθῆρι τιταίνεται ὄρθιος ἀστήρ,
  9. ἤ στρατιῇ πολέμοιο φέρων τέρας ἤ τινι ναύτῃ,
  10. αἰθέρος ἔγραφε νῶτον ὀπισθιδίῳ πυρὸς ὁλκῷ·
  11. ὥς τότε θοῦρος Ἔρως πεφορημένος ὀξέι ῥοίζῳ,
  12. παλλομένων πτερύγων ἀνεμώδεα βόμβον ἰάλλων,