Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γνώσεται ἄστατα κύκλα παλιννόστοιο Σελήνης
  2. τριπλόα καὶ στοιχεῖον ὁμόζυγον ἄζυγι μίξας
  3. Κάδμος ἐυγλώσσοιο διδάξεται ὄργια φωνῆς,
  4. θεσμὰ Σόλων ἄχραντα, καὶ ἔννομον Ἀτθίδι πεύκῃ
  5. συζυγίης ἀλύτοιο συνωρίδα δίζυγα Κέκροψ.
  6. καὶ Παφίη μετὰ πάντα πολύτροπα δαίδαλα Μούσης
  7. πυκνὰ πολυσπερέων παρεμέτρεεν ἔργα πολήων·
  8. καὶ πίνακος γραπτοῖο μέσην ὑπὲρ ἄντυγα κόσμου
  9. τοῖν ἔπος σοφὸν εὗρε πολύστιχον Ἑλλάδι Μούσῃ·
  10. Σκῆπτρον ὅλης Αὔγουστος ὅτε χθονὸς ἡνιοχεύσει,
  11. Ῥώμῃ μὲν ζαθέῃ δωρήσεται Αὐσόνιος Ζεὺς
  12. κοιρανίην, Βερόῃ δὲ χαρίζεται ἡνία θεσμῶν,
  13. ὁππότε θωρηχθεῖσα φερεσσακέων ἐπὶ νηῶν
  14. φύλοπιν ὑγρομόθοιο κατευνήσει Κλεοπάτρης·
  15. πρὶν γὰρ ἀτασθαλίη πολιπόρθιος οὔ ποτε λήξει
  16. εἰρήνην κλονέουσα σαόπτολιν, ἄχρι δικάζει
  17. Βηρυτὸς βιότοιο γαληναίοιο τιθήνη
  18. γαῖαν ὁμοῦ καὶ πόντον, ἀκαμπέι τείχεϊ θεσμῶν
  19. ἄστεα πυργώσασα, μία πτόλις ἄστεα κόσμου.
  20. καὶ θεός, ὁππότε πᾶσαν Ὀφιονίην μάθεν ὀμφήν,