Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. εἰς ῥαχίην Νοτίην ψαμαθώδεές εἰσιν ἀταρποὶ
  2. εἰς χθόνα Σιδονίην, ὅθι ποικίλα δένδρεα κήπων
  3. καὶ σταφυλαὶ κομόωσι, τανυπτόρθοις δὲ πετήλοις
  4. δάσκιος ἀπλανέεσσι τιταίνεται οἶμος ὁδίταις.
  5. δοχμώσας δὲ ῥέεθρον ἐπʼ ᾐόνι πόντος ἀράσσει
  6. ἀμφὶ δύσιν κυανωπόν, ὅπῃ λιγυηχέι ταρσῷ
  7. ἑσπερίων Ζεφύροιο καθιππεύοντος ἐναύλων
  8. συριγμῷ δροσόεντι Λίβυς ῥιπίζεται ἀγκών,
  9. ἀνθεμόεις ὅθι χῶρος, ὅπῃ παρὰ γείτονι πόντῳ
  10. φυταλιαὶ θαλέουσι, καὶ εὐπετάλων ἀπὸ δένδρων
  11. ἄσθματι βομβήεντι μελίζεται ἔμπνοος ὕλη.
  12. ἐνθάδε φῶτες ἔναιον ὁμήλικες ἠριγενείης,
  13. οὓς Φύσις αὐτογένεθλος ἀνυμφεύτῳ τινὶ θεσμῷ
  14. ἤροσε νόσφι γάμων, ἀπάτωρ, ἀλόχευτος, ἀμήτωρ,
  15. ὁππότε συμμιγέων ἀτόμων τετράζυγι δεσμῷ
  16. ὕδατι καὶ πυρόεντι πεφυρμένον ἠέρος ἀτμῷ
  17. σύζυγα μορφώσασα σοφὸν τόκον ἄσπορος ἰλὺς
  18. ἔμπνοον ἐψύχωσε γονὴν ἐγκύμονι πηλῷ,
  19. οἶς Φύσις εἶδος ὄπασσε τελεσφόρον· ἀρχεγόνου γὰρ
  20. Κέκροπος οὐ τύπον εἶχον, ὃς ἰοβόλῳ ποδὸς ὁλκῷ