Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ὄρθια συρίζουσα βιοσσόος ἔρχεται αὔρη,
  2. εὐόδμοις ἀνέμοισι τινασσομένων κυπαρίσσων---
  3. σύννομος ἰχθυβολῆι γέρων ἐμελίζετο ποιμήν.
  4. καί δόμος ἀγρονόμων, ὅθι πολλάκις ἐγγύθι λόχμης
  5. Πανὶ μελιζομένῳ δρεπανηφόρος ἤντετο Δηώ,
  6. καί τις ἐφʼ ἱστοβοῆι γεωμόρος αὐχένα κάμψας,
  7. ῥαίνων ἀρτιχάρακτον ὀπισθοβόλῳ χθόνα καρπῷ,
  8. γείτονι μηλοβοτῆρι παρὰ σφυρὰ φορβάδος ὕλης,
  9. σφίγξας σύζυγα ταῦρον, ὁμίλεε κυρτὸς ἀροτρεύς.
  10. ἄλλα δὲ πὰρ πελάγεσσιν ἔχει πόλις, ἧχι τιταίνει
  11. στέρνα Ποσειδάωνι, καὶ ἔμβρυον αὐχένα κούρης
  12. πήχεϊ μυδαλέῳ περιβάλλεται ὑγρὸς ἀκοίτης,
  13. πέμπων ὑδατόεντα φιλήματα χείλεσι νύμφης·
  14. καὶ βυθίη ἀπὸ χειρὸς ὁμευνέτις ἠθάδι κόλπῳ
  15. ἕδνα Ποσειδάωνος ἁλίτροφα πώεα λίμνης
  16. δέχνυται, ἰχθυόεντα πολύχροα δεῖπνα τραπέζης,
  17. εἰναλίῃ Νηρῆος ἐπισκαίροντα τραπέζῃ,
  18. ἀρκτῴην παρὰ πέζαν, ὅπῃ βαθυκύμονος ἀκτῆς
  19. μηκεδανῷ κενεῶνι βορήιος ἕλκεται αὐλών.
  20. ἀμφὶ δέ τερψινόοιο μεσημβρινὸν αὐχένα γαίης