Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. γαῖαν ἐπιξύων ὀφιώδεϊ σύρετο ταρσῷ,
  2. νέρθε δράκων, καὶ ὕπερθεν ἀπʼ ἰξύος ἄχρι καρήνου
  3. ἀλλοφυὴς ἀτέλεστος ἐφαίνετο δίχροος ἀνήρ·
  4. οὐ τύπον ἄγριον εἶχον Ἐρεχθέος, ὃν τέκε Γαίης
  5. αὔλακι νυμφεύσας γαμίην Ἥφαιστος ἐέρσην·
  6. ἀλλὰ θεῶν ἴνδαλμα γονῆς αὐτόχθονι ῥίζῃ
  7. πρωτοφανής χρύσειος ἐμαιώθη στάχυς ἀνδρῶν.
  8. καί Βερόης νάσσαντο πόλιν πρωτόσπορον ἕδρην,
  9. ἣν Κρόνος αὐτὸς ἔδειμε, σοφῆς ὅτε νεύματι Ῥείης
  10. ὀκρυόεν θέτο δόρπον ἑῷ πολυχανδέι λαιμῷ.
  11. καί λίθον Εἰλείθυιαν ἔων βεβριθότι φόρτῳ,
  12. θλιβομένης πολύπαιδος ἀκοντιστῆρα γενέθλης,
  13. χανδὸν ὅλου ποταμοῖο ῥόον νεφεληδὸν ἀφύσσων
  14. στήθεϊ παφληάφοντι μογοστόκον ἔστασεν ὕδωρ,
  15. λύσας γαστέρος ὄγκον· ἐπασσυτέρους δὲ διώκων
  16. δισσοτόκους υἱῆας ἀνήρυγεν ἔγκυος αὐχήν,
  17. πορθμὸν ἔχων τοκετοῖο λεχώιον ἀνθερεῶνα·
  18. Ζεὺς τότε κοῦρος ἔην, ἔτι που βρέφος· οὔ ποτε πυκνῷ
  19. θερμὸν ἀνασχίζουσα νέφος βητάρμονι παλμῷ
  20. ἀστεροπὴ σελάγιζε, καὶ οὐ Τιτηνίδι χάρμῃ