Dionysiaca
Nonnus of Panopolis
Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.
- εἰπέ· τίνι πτολίων βασιληίδος ὄργανα φωνῆς
- λυσιπόνων ἀτίνακτα φυλάσσεται ἡνία θεσμῶν;
- ὅττι πολυχρονίοιο πόθου δεδονημένον οἴστρῳ
- Ἥρης κέντρον ἔχοντα κασιγνήτων ὑμεναίων
- εἰς χρόνον ἱμείροντα τριηκοσίων ἐνιαυτῶν
- Ζῆνα γάμοις ἔζευξα· χάριν δέ μοι ἄξιον ἔργων
- μισθὸν ἑοῦ θαλάμοιο νοήμονι νεῦσε καρήνῳ,
- ὅττι μιῇ πολίων, ὧν ἔλλαχον, ἐγγυαλίξει
- θεσμὰ Δίκης, ποθέω δὲ δαήμεναι, εἰ χθονὶ Κύπρου
- ἠὲ Πάφῳ τάδε δῶρα φυλάσσεται ἠὲ Κορίνθῳ
- ἢ Σπάρτῃ, Λυκόοργος ὅθεν πέλεν, ἠὲ καὶ αὐτῆς
- κούρης ἡμετέρης Βερόης εὐήνορι πάτρῃ.
- ἀλλὰ δίκης ἀλέγιζε καὶ ἁρμονίην πόρε κόσμῳ
- Ἁρμονίη γεγαυῖα βιοσσόος· εἰς σὲ γὰρ αὐτὴ
- πέμψεν ἐπειγομένην με θεμιστοπόλων τροφὸς ἀνδρῶν,
- παρθένος ἀστερόεσσα· τὸ δὲ πλέον ἔννομος Ἑρμῆς
- τοῦτο γέρας μεθέηκε, βιαζομένους ἵνα μούνη
- ἀνέρας, οὓς ἔσπειρα, γάμου θεσμοῖσι σαώσω.
- ὣς φαμένην θάρσυνε θεὰ καὶ ἀμείβετο μύθῳ·
- Γίνεο θαρσαλέη, μὴ δείδιθι, μῆτερ Ἐρώτων·