Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ταυροφυὴς μορφοῦτο κερασφόρος ἔγχλοος εἰκών·
  2. καὶ πυμάτην παρὰ πέζαν ἐυκλώστοιο χιτῶνος
  3. ὠκεανὸν κύκλωσε περίδρομον ἄντυγι κόσμου.
  4. ἀμφίπολος δέ οἱ ἦλθε καὶ ἐγγύθι θήλεος ἱστοῦ
  5. ἱσταμένην ἤγγειλε παρὰ προθύροις Ἀφροδίτην.
  6. καὶ θεός, ὡς ἤκουσε, μίτους ῥίψασα χιτῶνος
  7. θέσκελον ἱστοπόνων ἀπεσείσατο κερκίδα χειρῶν·
  8. καὶ ταχινὴ πυκάσασα δέμας χιονώδεϊ πέπλῳ
  9. φαιδροτέρη χρυσέης ὑπερίζανεν ἠθάδος ἕδρης,
  10. δεχνυμένη Κυθέρειαν, ἀναΐξασα δὲ θώκου
  11. τηλεφανῆ κύδηνεν ἐπερχομένην Ἀφροδίτην.
  12. καὶ Παφίην ἵδρυσεν ἐπὶ θρόνον ἐγγὺς ἀνάσσης
  13. Εὐρυνόμη τανύπεπλος· ἀτυζομένου δὲ προσώπου
  14. Κύπριν ὀπιπεύουσα κατηφέι μάρτυρι μορφῇ
  15. παντρόφος Ἁρμονίη φιλίῳ μειλίξατο μύθῳ·
  16. Ῥίζα βίου, Κυθέρεια φυτοσπόρε, μαῖα γενέθλης,
  17. ἐλπὶς ὅλου κόσμοιο, τεῆς ὑπὸ νεύματι βουλῆς
  18. ἀπλανέες κλώθουσι πολύτροπα νήματα Μοῖραι---
  19. --- εἰρομένῃ θέσπιζε, καὶ ὡς βιότοιο τιθήνη,
  20. ὡς τροφὸς ἀθανάτων, ὡς σύγχρονος ἥλικι κόσμῳ,