Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἑπτὰ γὰρ ἐν πινάκεσσιν ἔχω μαντήια κόσμου,
  2. καὶ πίνακες γεγάασιν ἐπώνυμοι ἑπτὰ πλανήτων.
  3. πρῶτος ἐυτροχάλοιο φερώνυμός ἐστι Σελήνης·
  4. δεύτερος Ἑρμείαο πίναξ χρύσειος ἀκούει
  5. στίλβων, ᾧ ἔνι πάντα τετεύχαται ὄργια θεσμῶν·
  6. οὔνομα σὸν μεθέπει ῥοδόεις τρίτος· ὑμετέρου γὰρ
  7. ἀστέρος Ἠῴοιο φέρει τύπον· ἑπταπόρων δὲ
  8. τέτρατος Ἠελίοιο μεσόμφαλός ἐστι πλανήτων·
  9. πέμπτος ἐρευθιόων πυρόεις κικλήσκεται Ἄρης·
  10. καὶ Φαέθων Κρονίδαο φατίζεται ἕκτος ἀλήτης·
  11. ἕβδομος ὑψιπόροιο Κρόνου πέλεν οὔνομα φαίνων.
  12. τοῖς ἔνι ποικίλα πάντα μεμορμένα θέσφατα κόσμου
  13. γράμματι ξοινικόεντι γέρων ἐχάραξεν Ὀφίων.
  14. ἀλλʼ, ἐπεὶ ἰθυνόων με διείρεαι εἵνεκα θεσμῶν,
  15. πρεσβυτέρῃ πολίων πρεσβήια ταῦτα φυλάσσω·
  16. εἴτʼ οὖν Ἀρκαδίη προτέρη πέλεν ἢ πόλις Ἥρης,
  17. Σάρδιες εἰ γεγάασι παλαίτεραι, εἰ δὲ καὶ αὐτὴ
  18. Ταρσὸς ἀειδομένη πρωτόπτολις, εἰ δέ τις ἄλλη.
  19. οὐκ ἐδάην· Κρόνιος δὲ πίναξ τάδε πάντα διδάσκει,
  20. τίς προτέρη βλάστησε, τίς ἔπλετο σύγχρονος Ἠοῦς.