Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. ἀρραγέες πισύρεσσιν ἐμιτρώθησαν ἀήταις·
  2. καὶ δόμον ἐρρύοντο περίτροχον εἰκόνα κόσμου
  3. δμωίδες ἔνθα καὶ ἔνθα· μεριζομένων δὲ θυρέτρων
  4. Ἀντολίη θεράπαινα πύλην περιδέδρομεν Εὔρου,
  5. καὶ Ζεφύρου πυλεῶνα Δύσις, θρέπτειρα Σελήνης,
  6. καὶ Νότιον πυρόεντα Μεσημβριὰς εἶχεν ὀχῆα,
  7. καὶ πυκινὴν νεφέεσσι, παλυνομένην δὲ χαλάζῃ
  8. ἄρκτος ὑποδρήστειρα πύλην ἐπέτασσε Βορῆος.
  9. κεῖθι Χάρις προθοροῦσα, συνέμπορος ἀφρογενείῃ,
  10. Εὔρου κόψε θύρετρον Ἐώιον· ἐνδόμυχος δὲ
  11. Ἀντολίης κροκόεντος ἀρασσομένου πυλεῶνος
  12. ἄνδραμεν Ἀστυνόμεια διάκτορος, ἱσταμένην δὲ
  13. Κύπριν ἐσαθρήσασα παρὰ προπύλαια μελάθρου
  14. ποσσὶ παλιννόστοισι προάγγελος ἦλθεν ἀνάσσῃ.
  15. ἡ μὲν ἐποιχομένη πολυδαίδαλον ἱστὸν Ἀθήνης
  16. κερκίδι πέπλον ὕφαινεν· ὑφαινομένου δὲ χιτῶνος
  17. πρώτην γαῖαν ἔπασσε μεσόμφαλον, ἀμφὶ δὲ γαίῃ
  18. οὐρανὸν ἐσφαίρωσε τύπῳ κεχαραγμένον ἄστρων,
  19. συμφερτὴν δὲ θάλασσαν ἐφήρμοσε σύζυγι γαίῃ·
  20. καὶ ποταμοὺς ποίκιλλεν, ἐπʼ ἀνδρομέῳ δὲ μετώπῳ