Dionysiaca

Nonnus of Panopolis

Nonnus of Panopolis. Dionysiaca, Vol. 1-3. Rouse, W.H.D., editor. London: W. Heinemann Ltd.; Cambridge, MA, 1940-1942.

  1. οὐ νέμεσίς ποτε τοῦτο, καὶ εἰ πλέον ἥλικος ἥβης
  2. τηλίκον ἔλλαχεν εἶδος, ἐπεί νύ οἱ ἀμφὶ προσώπῳ
  3. κάλλεα διχθαδίων ἀμαρύσσετο φαιδρὰ τοκήων.
  4. τὴν τότε Κύπρις ἰδοῦσα, νοήμονος ἔγκυος ὀμφῆς,
  5. ὠκυτέρην ἐλέλιζε περιστρωφῶσα μενοινήν,
  6. καὶ νόον ἱππεύσασα περὶ χθόνα πᾶσαν ἀλήτην
  7. φαιδρὰ παλαιγενέων διεμέτρεε βάθρα πολήων,
  8. ὅττι φερωνυμίην ἑλικώπιδος εἶχε Μυκήνης
  9. στέμματι τειχιόεντι περιζωσθεῖσα Μυκήνη
  10. Κυκλώπων κανόνεσσι, καὶ ὡς νοτίῳ παρὰ Νείλῳ
  11. Θήβης ἀρχεγόνοιο φερώνυμος ἔπλετο Θήβη·
  12. καὶ Βερόης μενέαινεν ἐπώνυμον ἄστυ χαράξαι,
  13. ἀντιτύπων μεθέπουσα φιλόπτολιν οἶστρον Ἐρώτων.
  14. φραζομένη δὲ Σόλωνος ἀλεξικάκων στίχα θεσμῶν
  15. δόχμιον ὄμμα τίταινεν ἐς εὐρυάγυιαν Ἀθήνην,
  16. γνωτῆς ζῆλον ἔχουσα δικασπόλον· ἐσσυμένῳ δὲ
  17. ἠερίην ἁψῖδα διερροίζησε πεδίλῳ
  18. εἰς δόμον Ἀρμονίης παμμήτορος, ὁππόθι νύμφη
  19. εἴκελον οἶκον ἔναιε τύπῳ τετράζυγι κόσμου
  20. αὐτοπαγῆ· πίσυρες δὲ θύραι στιβαροῖο μελάθρου